| upper margin.1 | ἀγαθῆι τύχηι. |
| lower field.2 | ἔδοξε τῇ βουλῇ καὶ τῷ δήμωι· Οὔλπιος Δημή- |
| τριος #⁵⁶ εἶπεν, ἐπιψηφιζομένου Διογένους #⁵⁶ Θεο- | |
| δώρου· ἐπειδὴ Ἄβα Ἑκαταίου τοῦ Εὐξενίδου | |
| 5 | θυγάτηρ #⁵⁶ γυνὴ δὲ Ἡράκωντος #⁵⁶ Ἀριστομάχου #⁵⁶ γο- |
| νέων τε ἐπισήμων καὶ προγόνων ἐπιφανεστάτων | |
| οὖσα καὶ οὐδεμίαν φιλοτιμίαν ἢ λειτουργίαν | |
| εὐσχήμονα παρῃτημένων, ἀλλὰ καὶ στεφανη- | |
| φορίας καὶ ἱερωσύνας καὶ ἀρχὰς καὶ ἐπιμελεί- | |
| 10 | ας καὶ πάσας δημοτελεῖς χορηγίας ἢ καὶ ἐνδό- |
| ξους ὑπηρεσίας ἀνυπερβλήτως ἐκτετελεκό- | |
| [τω]ν καὶ πάσης ἐξαιρέτου τειμῆς τετυχηκό- | |
| [των], μ̣ικρὸν ἡγησαμένη τὴν ἀπὸ μόνου τοῦ | |
| [γένους με]γαλαυχίαν εἰ μὴ καὶ τὴν ἀπὸ τῆς ἰδίας | |
| 15 | [πρὸς τὸ]ν δ[ῆμον] εὐποιΐας προσκτήσαιτο δόξαν, |
| [καὶ δ]ιὰ τοῦτο ἱερ[ωσύ]νην Μητρὸς Θεῶν αὐτεπάγγελ- | |
| [τος ἀν]αλαβοῦσα, οὐ μό[ν]ον ὅσα σεμνῶν γυναικῶν καὶ | |
| [ἱερειῶ]ν καὶ τοῦ παλαιο[ῦ αἰῶν]ος ἦν ἴδια {ν} μεγαλο- | |
| φρόνως καὶ εὐγενῶς καὶ ε[ὐ]σ[εβῶ]ς ἐτέλεσεν, | |
| 20 | ἀλλὰ καὶ ὅσαι μεγάλαι τῶν ἀνδρῶν φιλοτ[είμων ἀρ]- |
| χιερωσύναι ἢ καί τινες ἄλλαι χορηγίαι καὶ τα[ύ]τας [μι]- | |
| μήσασθαι σπουδάσασα· πρῶτον μὲν εὐθὺς τὰς πρώτας | |
| προσόδους καὶ θυσίας καὶ εὐχὰς τοῖς θεοῖς ποιου- | |
| μένη τὴν τοῦ ἔτους ἀρχὴν μετ’ εὐφροσύνης καὶ εὐ- | |
| 25 | ωχίας μεγαλοπρεποῦς ἐποιήσατο τοῖ[ς μὲ]ν γὰρ |
| βουλευταῖς πᾶσιν καὶ γερουσιασταῖς καὶ Ταυ- | |
| ριασταῖς καὶ ἰατροῖς καὶ παιδευταῖς καὶ τοῖς ἰδίᾳ | |
| καὶ ἐξ ὀνόματος καλουμένοις ἐκ δύο κατ’ ἄνδρα | |
| δηναρ[ί]ων διανο[μ]ήν, ἣν οὔπω τις ἄλλη πρότερον, | |
| 30 | ἔδωκεν τοῖς δὲ ἐ[ν] ταῖς φυλαῖς κατὰ πεντηκονταρ- |
| χίαν διανενεμημ[έ]νοις, ἔτι μὴν καὶ ὑμνῳδοῖς καὶ τέ- | |
| κτωσιν καὶ ἱεροπ[λα]τείταις καὶ Ἡρακλειασταῖς οἰ- | |
| νοπό[σ]ιον, ὅσον οἱ ἐ[πὶ τ]οῖς μεγάλοις ὀνόμασιν φιλοτει- | |
| μούμ[εν]οι, μετὰ [δὲ τοῦ]το πάσῃ νεομηνίᾳ καὶ πά- | |
| 35 | σαις τα[ῖς ἐ]ν ἑκάσ[τῳ μην]ὶ θυσίαις καὶ ἑορταῖς καὶ πα- |
| τρίοις εὐ[χαῖς] δ[αψιλέστ]ατα καὶ ἱεροπρεπέστατα | |
| ἐξυπηρέ[τησεν· ὅσα] γὰρ τῆς ἐθίμου ἱεροποιίας ἀνα- | |
| λώματα α[ὐτίκα ἐδέ]ξατο, καὶ ὅσα ὑπὲρ εὐσεβείας ἐ- | |
| πενόει πάν[τα φιλ]οτείμως ἐποίησεν, τῶν μὲν ἀ- | |
| 40 | ναλωμάτω[ν κατ]αφρονήσασα, τῆς δὲ εὐδοξίας οὐ- |
| χ ὀλιγωρήσα[σα τ]έλει· καὶ παρεπιδημούντων τι- | |
| νῶν τῶν τε π[ερὶ τὸν] δῆμον δυναμένων καὶ τοῦ | |
| πλήθους ὡς ε[․․․․]ειν[․․․․]εαν αὐτῶν αἰτουμένων | |
| καὶ τῶν μᾶλλ[ον ․․․․․․․․․․․․․․․]ων ἀναδυομένων οὐ- | |
| 45 | δὲν τούτων [․․․․․․․․․․․․․] ἡμέραν ἣν ἠθέλησεν |
| ἡ πόλις τῶ[ν ․․․․․․․․] πᾶσιν ἔδωκεν καὶ κα- | |
| θόλου δι’ ὅλ[ου ․․․․․․․․․․]ν καὶ γυναιξὶν φιλο- | |
| τειμοτάτη κ[αὶ ἀξιωτάτη γέ]γονεν· δεδόχθαι ἐπῃ- | |
| νῆσθαι μὲ[ν ἐπὶ τούτοις· ἀναγ]ορεύ[εσ]θαι δὲ καὶ | |
| 50 | στεφανοῦ[σθαι Ἄβαν Ἑκαταίου ἐν πᾶσιν ἑ]ορταῖς, με[τέ]- |
| χειν δὲ αὐ[τὴν καὶ τῶν ἄλλων] τειμῶν ΕΥ[․․․․․ καὶ] | |
| εἰκόνων γ[ραπτῶν — — — — — — — — — — — — — —] | |
| [— —]εισγ[— — — — — — — — — — — — — — — — — —] | |
| [— — —]λλ[— — — — — — — — — — — — — — — — —] | |
| 55 | [— — — — — — — — — — — — — — — — — — — — — —] |
IScM I
57