[ ] Scythia Minor — Istros-Histria — ca. mid-1st c. BC — Syll.³ 708 — cf. SEG 55.789; 793
frg. A              {²quinque coronae laureae
1 τύχῃ ἀγαθῇ. ἱερωμένου Ἀρισταγόρου τοῦ Ἀπατουρίου τὸ τέταρτον, μηνὸς Ἀρτεμει-
σιῶνος δεκάτῃ ἱσταμένου, ἐπιμηνιεύοντος τῆς ἐκκλησίας Ἀθη-
νάδου τοῦ Ἀπολλοδώρου, Ξενοχάρης Ἑκαταίου εἶπεν· ἐπειδὴ Ἀρι-
σταγόρας Ἀπατουρίου, πατρὸς γεγονὼς ἀγαθοῦ καὶ προγόνων εὐερ-
5 γετῶν καὶ ἱερημένων τῶν θεῶν πάντων, καὶ αὐτὸς στοιχεῖν βουλό-
μενος καὶ τοῖς ἐκείνων ἴχνεσιν ἐπιβαίνειν, κατελθὼν εἰς τὴν πατρί-
δα μετὰ τὴν κατασχοῦσαν τὴν πόλιν περίστασιν, ἀτειχίστου τῆς
πόλεως ὑπαρχούσης καὶ κινδυνευόντων πάλιν τῶν πολειτῶν μ[ε]-
τὰ γυναίων καὶ τέκνων, ταγεὶς ὑπὸ τῶν πολειτῶν τειχοποιὸς ἀνδρη[ό]-
10 τατα μὲν καὶ γνησιώτατα τῆς ἐπιμελήας τῶν ἔργων προέστη, οὔτε
σωματικῶν πόνων οὔτε τινὸς τῶν εἰς τὴν οἰκοδομίαν ἐνηκόντων λ[ει]-
φθείς, τῆς τε πατρίδος ὀχυρωθείσης καὶ κατὰ μέρος τῶν πολειτῶν ἀ-
πὸ τῆς βαρβάρου καταπορευομένων εἰς τὴν πόλιν τισὶν μὲν δεξιῶς ἀπ[αν]-
τῶν τῶν κρατούντων τῆς χώρας βαρβάρων, τισὶν δὲ τῶν πολειτῶν ε[ἰς]
15 λύτρα προτιθεὶς ἔδειξεν ἑαυτὸν πρὸς πᾶσαν ἀπάντησιν τῶν σωζο[μέ]-
νων εὐομείλητον, πλεῖστά τε συναλλάγματα πολείταις ἅμα κ[αὶ]
ξένοις ποιησάμενος πρὸς πάντας ἀφιλαργύρως ὑπεστήσατο, [τῇ]
τε ἡλικίᾳ προκόπτων καὶ προαγόμενος εἰς τὸ θεοσεβεῖν ὡς ἔπρεπεν αὐ-
τῷ πρῶτον μὲν ἐτείμησεν τοὺς θεούς, Διὸς τοῦ Πολιέως ἀναλαβῶν
20 στέφανον καὶ ἱερησάμενος εὐαρέστως ὑπὸ πάντων ἐπῃνήθη τῶν πο-
λειτῶν, εἶτα παραγεν[ηθε]ὶς ἐπάγγελτος καὶ τὸν ἐπώνυμον τῆς πόλεως
Ἀπόλλωνος ἀναδεξάμ[ενο]ς στέφανον πανηγύρεσι πανδήμοις καὶ πομπαῖ[ς]
[ἱε]ροπρεπέσιν καὶ φυλῶν ἐπιδόσεσιν τοὺς θεοὺς καὶ τὴν πόλιν ἐτείμ[η]-
σεν, τοῦτο βουλόμενος ἐμφαίνειν, ὅτι τοῖς εὐσεβέστατα καὶ κάλλιστα
25 πολειτευομένοις καὶ παρὰ θεῶν τις χάρις καὶ παρὰ τῶν εὐεργετηθέν-
των ἐπακολουθεῖ· πάλιν τε τῶν πολειτῶν μετὰ ἔτη τρία διὰ τὰς τῶν
κρατούντων τῆς χώρας βαρβάρων ἐπισυνστάσεις ἐπιζητούντων ἱερέα
Ἀπόλλωνος Ἰητροῦ, τεθλειμμένων τῶν ἰδιωτικῶν βίων, ἐπέδωκεν ἑαυ-
τὸν καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν ἀνέλαβεν τὸν αὐτὸν στέφανον τοῦ
30 θεοῦ, διπλασιάζων ἑαυτῷ καὶ τὰς παρὰ τῶν θεῶν καὶ τὰς παρὰ τῶν εὐ-
εργετουμένων χάριτας· καὶ τὸ τρίτον τῶν αὐτῶν καιρῶν τήν τε πόλιν
καὶ τὴν χώραν κατεχόντων ὁ αὐτὸς τελήας βουλόμενος τὰς τῆς εὐσεβ[ή]-
ας χάριτας τοῖς θεοῖς ἀπονέμειν ἅμα καὶ τῶν ἰδίων ἀπὸ τοῦ βίου δαπαν[η]-
μάτων τοῖς πολείταις ὡς ὁμοίως δαψιλεύεσθαι ἱερήσατο· μετὰ ἐνια[υ]-
35 τόν τε μηδενὸς ἑαυτὸν ἐπιδιδόντος, τὸν αὐτὸν ἀναλαβὼν στέφανον
ἱερήσατο, οὐδενὸς φεισάμενος οὔτε τῶν πρὸς τοὺς θεοὺς οὔτε τῶν πρὸ[ς]
τοὺς πολείτας δικαίων· ἐφ’ οἷς συνέβη τήν τε πόλιν εὐσταθεῖν καὶ τοὺς πο-
λείτας σώ[ζ]εσθαι, ταγείς τε ἀγορανόμος εἰς ἐνιαυτὸν ἠγορανόμησεν ὡ[ς]
ἔπρεπεν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ παραπολῶν σεῖτον ἅμα καὶ οἶνον καὶ τῶ[ν]
40 λοιπῶν ὠνίων τὰς τειμὰς καθαίρων λυσιτελέστατα τοῖς πολείταις, κα[ὶ]
τυχὼν ἐνκωμίου διὰ ταῦτα κατέστησεν οἰκοδομήσας ἀγορανόμιον ἀπὸ [ἰ]-
δίων δαπανημάτων· ἐφ’ οἷς ὁ δῆμος ἀποδεξάμενος αὐτοῦ τὴν καλο-
[κἀ]γαθίαν ἔταξεν αὐτὸν ἀγορανόμον εἰς ἄλλα ἔτη δύο, ἐν οἷς εὐδοκίμ[η]-
[σεν] τοῖς προγεγραμμένοις ὁμοίως. πρεσβήας τε πολλὰς ὑπὲρ τῆς πό[λε]-
45 [ως π]ρεσ[β]εύσας κατὰ τὸ συμφέρον τοῖς πολείταις διεπράξατο πρὸς
[τοὺς κρατοῦντας] τῆς χώρας καὶ τοῦ ποταμ[οῦ βαρβάρους — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
frg. B [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
47 [— — — — — — — — — — — —]ΥΡ[— — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]ΕΙΝ[— — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —]ΑΙΣΙΑ[— — — — — — — — — — — — — — — — — —]
50 [— — — — — — — — ποιη]σάμενος ΕΜΕΟ[— — — — — — — — — — — — — — —]
[— — — — — — — — — — —] ἑκάστῳ αὐτῶν [— — — — — — — — — — — — — —]
[— — — — — — — — — — — —]ΔΙΑ δεδόχθα[ι τῇ βουλῇ καὶ τῷ δήμῳ ἐπαινέσαι]
[μὲν ἐπὶ τούτοις Ἀρισταγ]όραν Ἀπατου[ρίου — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — —]λλοντος Ι[— — — — — — — — — — — — — — —]
55 [— — — — — τὸν ἀπὸ προγόνω]ν εὐεργέτη[ν ὄντα — — — — — — — — — — — —]
[— — — — — — — — — — — τὸ] δὲ ψήφισμ[α τόδε ἀναγράψαι — — — — — — —]
[— — — — — καὶ ἀναθεῖναι ἐ]ν τῷ ἐπιφ[ανεστάτῳ τόπῳ — — — — — — — — —]
[— — — — — — — — — — — — δε]δόχθ[αι — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help