[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 33.581
{²corona}² | |
1 | ἔδοξε τῶι δήμωι· ἐπιμηνιεύον- |
τος Γλαυκίου τοῦ Πολυφήμου οἱ | |
ἄρχοντες εἶπαν· ἐπειδὴ Διοσκου- | |
ρίδης Στρουθίωνος ἀνὴρ ἀγαθὸς | |
5 | ὢν περὶ τὴν πόλιν καὶ τοὺς πολί- |
τας πρόθυμον ἑαυτὸν παρείσχη- | |
ται τῶι δήμωι ἔν τε τοῖς κινδύνοις | |
τῆς πόλεως πρεσβείας Ἑλληνικὰς | |
καὶ βαρβαρικὰς πολλὰς ὑπὲρ τῆς εἰ- | |
10 | ρήνης πεπρέσβευκεν οὐδένα κίνδυ- |
νον ὑπολογισάμενος, εἴς τε τὰς ἀρ- | |
χὰς καὶ ἐπιμελείας τασσόμενος ἐμ | |
πάσαις αὐτὸν φιλότιμον καὶ δίκαιον παρέ- | |
σχηται ἐπαινέσαι ἐπὶ τούτοις Διοσκουρί- | |
15 | δην Στρουθίωνος καὶ ἀναγράψαι εὐεργέ- |
την τοῦ δήμου· καὶ στεφανοῦσθαι αὐτὸν | |
ἐμ πᾶσι τοῖς ἀγῶσιν χρυσῶι στεφάνωι ἀ- | |
[ρετῆς] ἕνεκεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆ- | |
[μον· στῆσαι δ’] αὐτοῦ καὶ εἰκόνα χαλκῆν | |
20 | [ἐν τῆι ἀγορᾶι· ἀναγράψ]α̣ι̣ δ̣ὲ̣ τὸ ψήφιζμα {²⁶ψήφισμα}²⁶ |
[— — — — — — — — — — — — — — τ]ὴν εἰκό- | |
[να — — — — — — — — — — — — — — — —] |