[ ]
Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 18.288
{²corona}² {²corona}² {²corona}² | |
1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνι- |
εύοντος Θεοκρίτου, Πυθοτέλης Ἀρχελό- | |
χου εἶπεν· ἐπειδὴ Διόδωρος Θρασυκλέ- | |
ους, Πρόκριτος Φερεκλέους, Κλέαρχος | |
5 | Ἀριστομάχου ταχθέντες πρέσβεις |
ὑπὲρ τῶν ὁμήρων πρὸς Ζαλμοδεγι- | |
κον ἀπεδήμησάν τε διὰ τῆς πολε- | |
μίας πάντα κίνδυνον ὑπομείναν- | |
τες καὶ πᾶσαν προθυμίαν παρασχό[με]- | |
10 | νοι ἐκομίσαντο τοὺς ὁμήρους, ὄντα[ς] |
πλείους ἢ ἑξήκοντα, καὶ τὰς προσόδου[ς] | |
συνέπεισαν ἀποδοῦνα[ι α]ὐτὸν τῶι δή- | |
μωι, δεδόχθαι τῆι βου[λ]ῆι [κα]ὶ τῶι δήμωι | |
ἀναγράψαι αὐτοὺς καὶ ἐκγόνους εὐεργέ- | |
15 | τας τοῦ δήμου καὶ στ[ε]φανοῦσθαι αὐ- |
τοὺς καὶ ἐκγόνους ἐμ πᾶσι τοῖς θεάτροις | |
χρυσῶι στεφάνωι δι’ ἀνδραγαθίαν καὶ | |
εὔνοιαν τὴν εἰ[ς] τὸν δῆμον, ὅπως φιλο- | |
τιμῶνται καὶ οἱ ἄλλοι περὶ τὴν πόλιν εἰδό- | |
20 | τες ὅτι ὁ δῆ[μος] τιμᾶι τοὺς ἀγαθοὺς ἄν- |
δρας· ἀναγράψαι δὲ τοὺς ἡγεμόνας τὸ ψή- | |
φισμα εἰς [στήλας δ]ύο καὶ στῆσαι τὴμ μὲν | |
[ἐ]ν τῆι ἀγορ[ᾶι πρ]ὸ τῆς στοᾶς, τὴν δὲ πρὸ τοῦ | |
[β]ωμοῦ τοῦ Διὸ̣ς̣ τοῦ Πολιέως. |