IScM I 8
[ ] Scythia Minor — Istros-Histria — 3rd c. BC — SEG 18.288
corona}²  {²corona}² {²corona
1 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπιμηνι-
εύοντος Θεοκρίτου, Πυθοτέλης Ἀρχελό-
χου εἶπεν· ἐπειδὴ Διόδωρος Θρασυκλέ-
ους, Πρόκριτος Φερεκλέους, Κλέαρχος
5 Ἀριστομάχου ταχθέντες πρέσβεις
ὑπὲρ τῶν ὁμήρων πρὸς Ζαλμοδεγι-
κον ἀπεδήμησάν τε διὰ τῆς πολε-
μίας πάντα κίνδυνον ὑπομείναν-
τες καὶ πᾶσαν προθυμίαν παρασχό[με]-
10 νοι ἐκομίσαντο τοὺς ὁμήρους, ὄντα[ς]
πλείους ἢ ἑξήκοντα, καὶ τὰς προσόδου[ς]
συνέπεισαν ἀποδοῦνα[ι α]ὐτὸν τῶι δή-
μωι, δεδόχθαι τῆι βου[λ]ῆι [κα]ὶ τῶι δήμωι
ἀναγράψαι αὐτοὺς καὶ ἐκγόνους εὐεργέ-
15 τας τοῦ δήμου καὶ στ[ε]φανοῦσθαι αὐ-
τοὺς καὶ ἐκγόνους ἐμ πᾶσι τοῖς θεάτροις
χρυσῶι στεφάνωι δι’ ἀνδραγαθίαν καὶ
εὔνοιαν τὴν εἰ[ς] τὸν δῆμον, ὅπως φιλο-
τιμῶνται καὶ οἱ ἄλλοι περὶ τὴν πόλιν εἰδό-
20 τες ὅτι ὁ δῆ[μος] τιμᾶι τοὺς ἀγαθοὺς ἄν-
δρας· ἀναγράψαι δὲ τοὺς ἡγεμόνας τὸ ψή-
φισμα εἰς [στήλας δ]ύο καὶ στῆσαι τὴμ μὲν
[ἐ]ν τῆι ἀγορ[ᾶι πρ]ὸ τῆς στοᾶς, τὴν δὲ πρὸ τοῦ
[β]ωμοῦ τοῦ Διὸ̣ς̣ τοῦ Πολιέως.
Search Help
Contact Us