[ ] Thrace — Byzantion (Istanbul) — [found at Olbia] — mid-1st c. AD — CIG 2060 — IosPE I² 79
1 ὁ δᾶμος ὁ Βυζαντίων
ἔδοξε τᾷ βουλᾷ καὶ τῷ δάμῳ. τοὶ στραταγοὶ εἶ-
παν ∙ ἐπεὶ Ὀρόντας Ὀλβιοπολείτας Αβαβου
υἱὸς ἀνδρὸς οὐ μόνον τᾶς πατρίδος, ἀλλὰ καὶ
5 σύνπαντος τοῦ Ποντικοῦ πρατιστεύσαντος
ἔθνεος καὶ μέχρι τᾶς τῶν Σεβαστῶν γνώ-
σεως προκό<ψ>αντος, πολλὰ δὲ καὶ Βυζαν-
τίων πόλει κατά τε τὰς δαμοσίας χρήας καὶ
τῶν εἰς τὸ ἐνπόριον πλεόντων προστα-
10 σίας γενομένου ὠφελίμου, καὶ αὐτὸς ὥσ-
περ τὰ λοιπὰ τοῦ πατρός, οὕτως τὰν ποτὶ τὸν
δᾶμον εὔνοιαν καὶ προξενίαν διαδεξά-
μενος, ὑπὸ πάντων μὲν μαρτυρεῖται τῶν
εἰσπλεόντων εἰς τὸν Πόντον πολειτᾶν
15 ἐπὶ φιλανθρωπίαι καὶ π<ρ>ονοίαι. καὶ παρα-
γενόμενος δὲ εἰς τὰν πόλιν σεμνῶς μὲν
προέστα τᾶς ἐπιδαμίας, προετρέψατο
δὲ εἰς πλήονας ἐλπίδας τόν τε δᾶμον καὶ
τοὺς ἰδιώτας, ἁ δὲ πόλις διά τε τὰς εἰς ἑαυ-
20 τὰν εὐεργεσίας καὶ διὰ τὸ τοῦ ἀνδρὸς καὶ
τῶν προγόνων ἀξίωμα ἐπιτάδηον ἡγήσα-
το μὴ ἀσαμήωτον αὐτοῦ τὰν παρουσίαν ἀφέ-
μεν, ὅ τε δᾶμος ἐνεκελεύσατο τοῖς στρα-
ταγοῖς τειμᾶσαι τὸν ἄνδρα· δι’ ἃ δὴ δεδό-
25 χθαι, ἐπαινῆσθαι μὲν Ὀρόνταν Αβαβου
Ὀλβιοπολείταν ἐπὶ τᾶι διανεκεῖ ποτὶ τὸν
δᾶμον καὶ διὰ προγόνων προνοίαι· εἶμεν δὲ
αὐτὸν καὶ πολείταν καὶ τοὺς ἐγγόνους αὐ-
τοῦ, καὶ ποτιγραφῆμεν ποθ’ ἅν κα θέλῃ τᾶν
30 ἑκατοστύων· τεθῆμεν δὲ αὐτοῦ καὶ εἰκό-
να ἐπίχρυσον ἐν τῶι βουλευτηρίωι ἐν
τόπωι ὧι μὴ ἄλλος ἔχει, καὶ ἐπιγραφὰν ἐπι-
γράψαι τὰν προδεδηλωμέναν· διαπέμψα-
σθαι δὲ καὶ τὸ ψάφισμα τοῦτο δι’ ἐπιστο-
35 λᾶς τοῖς Ὀλβιοπολειτᾶν ἄρχουσιν, ἵνα καὶ ἁ
πατρὶς αὐτοῦ τᾶς Βυζαντίων εὐνοίας πρὸς
τὸν ἄνδρα καὶ τειμᾶς αἴσθηται.
Search Help