[ ]
Augusta Traiana (Stara Zagora) — Starozagorski Bani — 163/164 AD — SEG 26.784
| 1 | ἀγαθῆι τύχηι. |
| ὑπὲρ τῆς τῶν Αὐτοκρατόρων νείκης καὶ αἰωνίου διαμονῆς Μ(άρκου) Αὐρηλί- | |
| ου Ἀντωνείνου καὶ Λ(ουκίου) Αὐρηλίου Οὐήρου καὶ Φαυστείνης Σεβ(αστῆς) καὶ τοῦ | |
| σύνπαντος οἴκου αὐτῶν καὶ ἱερᾶς συνκλήτου, ἡγεμονεύοντος Τουλ- | |
| 5 | λίου Μαξίμου πρεσβ(ευτοῦ) Σεβ(αστῶν) ἀντιστρατήγου, θεαῖς Νύμφαις καὶ τῇ λαμπροτά- |
| τῃ Τραιανέων πόλει Οὔλπιος Ἱερώνυμος Νεικομηδεὺς ἀρχιερώ- | |
| μενος κατεσκεύασεν ἐκ τῶν ἰδίων λουτρῶνα καὶ τὰ δύο ἀποδυτή- | |
| ρια καὶ τὸ φριγδάριον {²⁶φριγιδάριον}²⁶ καὶ τὸ Νυμφαῖον ἐκ θεμελίων σὺν παντὶ τῶι | |
| κόσμωι αὐτῶν καὶ τοῖς ἀγάλμασιν καὶ τὸ ὑδρεῖον καὶ τὸ ὕδωρ τὸ | |
| 10 | ψυχρὸν εἰσήγαγεν συναρχιερωμένης αὐτῶι τῆς γυναικὸς Οὐαλε- |
| ρίας Φροντωνίλλης καὶ παρέδωκεν συντετελεσμένα πάντα ἔτι στε- | |
| φανηφορῶν. |