[ ] Philippopolis (Plovdiv) — cf. IGBulg V 5452
1 πεντηκοστὸν <ἔ>τος ζήσας μάκαρ ἐνθ̣ά̣δ̣[ε κεῖται]
   ἤπιος, ἡδὺς ἰδεῖν, σεμνός, ἅ<π>ασι φίλος,
φυλῆς Εὐμόλποιο <λ>αχὼν γέρας, ἡδύς, ἀμεμφής,
   εἱρεὺς τειμηθεὶς εἰκόσιν ἀθανάταις·
5 ἀστονόμος δ’ ἐπὶ τοῖσι γενηθεὶς μητροπόληος
   ἁγνῶς καὶ καθαρῶς ἦρξε γεραιρόμ̣ε̣νος·
τὴν δὲ σορὸν τ<α>ύτην ἔτι ζῶν Ἰουλιανὸς ἑ̣α̣υ̣τ̣ῷ̣
   ἐξ ἰδίων καμάτων ἄφθιτον ἠγλάϊσ̣ε̣ν̣.
Search Help
Contact Us