[ ] Novae (Staklen) — Svishtov — cf. IGBulg V 5258
See also:
1 Θεοῖς Καταχθονίοις.
χαῖρε, Δρακόντι πα∙ῖ∙· γῆ σοι
 κοῦφος διὰ παντός· /
πέντε τὰς ∙ἱ∙ερὰς κεφαλὰς
5     κατὰ γαῖα κάλυψε, /
Δρακόντιν Νουνέχιν τε
 καὶ Πάκουρον τοὺς φιλαδέλφους /
Ἑρμιόνην τε καὶ Μαματαν
 κασιγνήτοισιν ἅμ’ αὐτοῖς· /
10 θάψε Σαβινιανός τε πατὴρ
 Κορινθίη δέ τε μήτηρ. /
στήλη πενθαλέη αἰώνιον
    μνῆμα βροτοῖσι· /
εἰ μὲν ἐνὶ ζωοῖσι πόθος
15   πέλει, ἔστι κ’ ἐν Ἅδῃ· /
ἔξοχον ἡσυχίην μείνατ’ ἔ-
    χοντες ἐκεῖ· /
ἀρκεῖ γὰρ φιλέειν αὐτοὺς ἐκεῖ,
  τοὺς δ’ ἐνθάδε μεισεῖν· /
20 λείψατ’ ἔτι ζωῖν μεισουμ̣[έ]-
     νους πατράσι.
Search Help
Contact Us