[ ] Nicopolis ad Istrum (Nikyup) — 198 AD
1 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Μάρκου
Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρ-
ματικοῦ υἱός, θεοῦ Κομμόδου ἀδελφός,
θεοῦ Ἀντωνείνου Εὐσεβοῦς υἱωνός, θεοῦ
5 Ἁδριανοῦ <ἔκγονος>, θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ
θεοῦ Νέρουα <ἀ>πόγονος, Λούκιος Σεπτίμιος
Σευῆρος Εὐσεβὴς Περτίναξ Σεβαστὸς Ἀραβι-
κὸς Ἀδιαβηνικὸς Παρθικὸς μέγιστος ἀρχιε-
ρεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας τὸ ϛʹ,
10 αὐτοκράτωρ τὸ ια, ὕπατος τὸ βʹ, πατὴρ πατρί-
δος, ἀνθύπατος, καὶ Αὐτοκράτωρ Καῖσαρ Λου-
κίου Σεπτιμίου Σευήρου Εὐσεβοῦς Περτίνα[κος]
Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγί-
στου υἱός, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσεβ(οῦς) Σ[εβ](αστοῦ) Γερ-
15 μανικοῦ Σαρματικοῦ υἱωνός, θεοῦ Ἀντωνείνου Ε[ὐ]-
σεβοῦς ἔκγονος {ἀπόγονος ἀνθύπατος}, θε-
οῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θε-
οῦ Νέρουα <ἀπόγονος> Μᾶρκος Αὐρήλιος Ἀντωνεῖνος Σεβαστός,
δημαρχικῆς ἐξουσίας, <ἀνθύπατος>, Νεικοπολειτῶν τῶν πρὸς
20 Ἴστρῳ τοῖς ἄρχουσιν καὶ τῇ βουλῇ καὶ τῷ δήμῳ χαί-
ρ[ει]ν·   φανερωτάτην προθυμίαν ὑμῶν εἴδομεν δι-
ὰ τοῦ ψηφίσματος· ὡς γὰρ εὖνοι καὶ εὐσεβεῖς [ἄν]-
δρες καὶ τὴν ἀμείνω σπουδάζοντες ὑμεῖν ὑπάρ-
χειν παρ’ ἡμεῖν κρίσιν οὕτως ἐδηλώσατε τοῖς
25 παροῦσιν συνησθέντες καὶ δημοσίαν ἀγα-
γόντες ἑορτὴν ἐπὶ τοῖς τῶν ἡμετέρων ἀγαθῶν [εὐ]-
ανγέλμασι εἰρήνης τε πανδήμου πᾶσιν
ἀνθρώποις ὑπαρχούσης τῇ τῶν ἀεὶ θρασυν[ο]-
μένων περὶ τὴν ἀρχὴν βαρβάρων ἥττῃ καὶ ἡμῶν ἐ[ν]
30 δικαίαι κοινωνίαι συνεζευγμένων, Καίσαρα
ἐχόντων οἰκεῖον καὶ γνήσιον. διὸ τὸ ψήφι-
σμα μετὰ τῆς προσεκούσης περὶ ὑμᾶς τειμῆς
ἀνέγνωμεν καὶ τὴν συντέλειαν τῶν χρημάτων
τὰς ἑβδομήκοντα μυριάδας ὡς παρὰ ἀν-
35 δρῶν εὔνων προσηκά[μ]εθα. τὸ ψήφισμα ἔ-
πεμψεν Ὀουίνιος Τέρτυλλος ὁ κράτιστος φί-
λος ἡμῶν καὶ πρεσβευτής. εὐτυχῶς.
Search Help