IGBulg II 630
[ ] Nicopolis ad Istrum (Nikyup) — 209-212 AD
1 Αὐτοκράτορα Καίσαρα Λ(ουκίου) Σεπτιμίου Σεουήρου Περτίνακος Εὐσεβοῦς Σεβαστοῦ
Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου υἱόν, θεοῦ Μάρκου Ἀντωνείνου Εὐσε-
βοῦς Γερμανικοῦ Σαρματικοῦ υἱωνόν, θεοῦ Ἀντωνείνου Εὐσεβοῦς ἔγγο-
νον, θεοῦ Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονον
5 Μ(ᾶρκον) Αὐρήλιον Ἀντωνεῖνον Σεβαστόν, δημαρχικῆς ἐξουσίας, ἀνθύπατον, ὑπατεύ-
οντος τῆς ἐπαρχείας Φλα(βίου) Οὐλπιανοῦ πρεσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστ(ρατήγου), ἡ ἱερωτάτη βουλὴ
καὶ ὁ κράτιστος δῆμος Οὐλ(πίας) Νεικοπόλεως ἀνέστησεν.
Search Help
Contact Us