[ ] Nicopolis ad Istrum (Nikyup) — 202-205 AD — cf. IGBulg V 5205
1 [Λούκιον Σεπτίμιον Γέταν Καίσαρα]〛 Λ(ουκίου) Σεπτιμίου Σεουήρου Περτίνακος Εὐσεβοῦς Βρεταννικοῦ Ἀραβικοῦ Ἀδιαβηνικ[οῦ]
Παρθικοῦ Σεβ(αστοῦ) υἱὸν καὶ Αὐτοκράτο{κρατο}ρος {²⁶Αὐτοκράτορος}²⁶ Καίσαρος Μ(άρκου) Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβ(αστοῦ) ἀδελφὸν καὶ θεοῦ̣
Μ(άρκου) Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Γερμανικοῦ Σαρματικοῦ υἱωνόν, θεοῦ Ἀντωνείνου Εὐσεβοῦς ἔγγονον, θ[εοῦ]
Ἁδριανοῦ καὶ θεοῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγονον, ὑπατεύοντος τῆς ἐπαρχίας Αὐρη(λίου) Γάλλου
5 πρεσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστρ(ατήγου) vacat
ἡ ἱερωτάτη βουλὴ καὶ ὁ κράτιστος δῆμος <Οὐλπίας> Νικοπόλεως τῆς πρὸς Ἴστρῳ̣.
Search Help
Contact Us