[ ] Nicopolis ad Istrum (Nikyup) — 198 AD — cf. IGBulg V 5204
1                                                 ἀγαθῆι                                                                                         τύχηι.
Ἰουλίαν Δόμναν θεὰν Σεβαστὴν μητέρα κάστρων, Αὐτοκράτορος Λ(ουκίου) Σεπτιμίου Σευήρου Περτίνακος Σεβαστο[ῦ]
Εὐσεβοῦς Παρθικοῦ Βρετανικοῦ {²⁶Βρεταννικοῦ}²⁶ Ἀραβικοῦ Ἀδιαβηνικοῦ, ἀρχιερέως μεγίστου, δημαρχικῆς ἐξουσίας τὸ ϛʹ,
αὐτοκράτορος τὸ ιαʹ, ὑπάτου τὸ ηʹ, πατρὸς πατρίδος, γυναῖκα καὶ Αὐτοκράτορος Καίσαρος Μ(άρκου) Αὐρηλίου
5 Ἀ̣ντωνείνου Σεβαστοῦ καὶ 〚Λ̣(ουκίου) Σ̣ε̣π̣τ̣ι̣μ̣ί̣ο̣υ̣ Γ̣έ̣τ̣α̣ Κ̣α̣ί̣σ̣α̣ρ̣ο̣ς̣〛 μητέρα, ὑπατεύοντος τῆς ἐπαρχείας Γ(αίου) Ὀουι-
νίου Τερτύλλ[ου πρ]εσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστρ(ατήγου) ἡ ἱερωτάτη βουλὴ καὶ ὁ κράτιστος δῆμος Οὐλπίας Νεικο-
π̣ό̣λ̣ε̣ω̣[ς τῆς πρὸς Ἴστρον ἀν]έ̣σ̣τ̣η̣σ̣ε̣ν.
Search Help
Contact Us