[ ] Nicopolis ad Istrum (Nikyup) — ca. 198-201 AD — cf. IGBulg V 5204
1            ἀγαθῆι τύχηι.
Λουκίου Σεπτιμίου Σεουήρου Περτίνα-
κος Εὐσεβοῦς Βρεταννικοῦ Ἀραβικοῦ
Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου Σεβ(αστοῦ) 〚[υἱὸν]〛 κὲ
5 Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀν-
τωνείνου Εὐσεβοῦς Σεβ(αστοῦ) 〚ἀ̣δ̣ε̣[λφὸν]〛 καὶ θεοῦ
Μάρκου Αὐρηλίου Ἀντωνείνου εὐσεβοῦς Γερ-
μανικοῦ Σαρματικοῦ υἱωνόν, θεοῦ Ἀντωνεί-
νου Εὐσεβοῦς ἔγγονον, θεοῦ Ἁδριανοῦ καὶ θε-
10 οῦ Τραιανοῦ Παρθικοῦ καὶ θεοῦ Νέρουα ἀπόγο-
νον <Λούκιον Σεπτίμιον Γέταν Καίσαρα>, ὑπατεύοντος τῆς ἐπαρχείας Γ(αίου) Ὀουεινί-
ου Τερτύλλου πρεσβ(ευτοῦ) Σεββ(αστῶν) {²⁶Σεβαστῶν}²⁶ ἀντιστρ(ατήγου), ἡ ἱερωτάτη
βουλὴ καὶ ὁ κράτιστος δῆμος Οὐλπίας Νικοπό-
λεως τῆς πρὸς Ἴστρον ἀνέστησεν.
15
Search Help
Contact Us