[ ]
Mesambria (Nesebar) — 1st c. BC — cf. IGBulg V 5118
| 1 | τὸ πρὶν μὲν πάτραι τε καὶ οἷς κ̣[․3-4․]οισιν {²⁷μ̣[․3-4․]οισιν}²⁷ α․․․[—] |
| πο[λ]λάκις ἀντιπάλους κτείνας ἐνὶ προμάχοις | |
| ἐχθομ̣ένοις Βεσσοῖσιν ἐναντί’ ἐδάϊ’ Ἀρίστων· | |
| δεινὰ δ’ ἐν ὑσμίναις ἔκλαγες ἀνδροφόνοις, | |
| 5 | νῦν δ’ ὅκ’ ὁ δυσνίκατος ἐναντίος ἦλθέ τοι Ἄδας, |
| οὐ λά̣[θ]ας ἐπέχεις δῶμ’ Ἀχερουσιάδος, | |
| ἀλλ’ ἄρ̣ι̣στα κύδανε τὸν ἀντιπάλων ὀλετῆρα | |
| ἀνέρα καὶ στεφάνοις δᾶμος ἔρεψε νέκυν· | |
| ἁλίκα δ’ ἐν ζωοῖς τε συνάρχοντες τῖον ἐσθλοί, | |
| 10 | ταλίκα καὶ φθιμένωι τίμιά τοι τέλεσαν. |