[ ]
Odessus (Varna) — cf. IGBulg V 5028
| upper margin.1 | ἀγαθῆι τύχηι. |
| shaft.2 | Κλαύδιον ❦ |
| Ἀκύλαν ❦ | |
| τὸν ἀπὸ προγόνων ἀσύν- | |
| 5 | κριτον γενόμενον ἀγωνο- |
| θέτην ∙ τῶν μεγάλων πεντα- | |
| ετηρικῶν ἀγώνων καὶ ἄρξαντα | |
| ἁγνῶς καὶ συνδικήσαντα πιστῶς | |
| καὶ ταμίαν τῆς πόλεως γενόμε- | |
| 10 | νον ∙ καὶ δόντα ἑκάστῳ βουλευτῇ |
| τε καὶ φιλοτείμῳ καὶ προσγρά- | |
| φῳ καὶ τοῖς παρεπιδημήσασιν | |
| στρατιώταις διανομῆς Ἀττι- | |
| κὰς δέκα ὑπέρ τε τῆς ἀναπτώ- | |
| 15 | σεως δόντα εἰς τὰς τῆς βουλῆς |
| χρείας Ἀττικὰς ͵ϛ καὶ εὐωχήσαντα | |
| τὴν κρατίστην βουλὴν καὶ ἀποπληρώσαν- | |
| τα φυλαῖς τε καὶ στέμασιν {²⁶στέμμασιν}²⁶ τὰ ἐξ ἔθους | |
| βουλὴ ∙ δῆμος ∙ ἐτείμησεν. |