[ ]
Odessus (Varna) — 3rd/2nd c. BC — cf. IGBulg V 5016
| 1 | ἔδοξε τῆι βουλῆι καὶ τῶι |
| δήμωι· Κρατισθένης Ζωΐλου | |
| εἶπεν· ἐπειδὴ Ἑρμεῖος Ἀσκληπιοδώρου | |
| Ἀντιοχεὺς διατρίβων παρὰ βασιλεῖ | |
| 5 | Σκυθῶν Κανιται εὔνουν καὶ πρόθυμον |
| ἑαυτὸν τῶι δήμωι διατελεῖ [παρεχόμενος] | |
| καὶ ἰδίαι τοῖς ἐντυγχάνουσιν αὐτῶι | |
| τῶν πολιτῶν συμπαρίσταται | |
| σπουδῆς οὐθὲν ἐπιλείπων ἐν πᾶσι | |
| 10 | τοῖς ἀξιουμένοις· δεδόχθαι τῆι |
| βουλῆι καὶ τῶι δήμωι δεδόσθαι | |
| αὐτῶι καὶ ἐκγόνοις προξενίαν, | |
| πολιτείαν, προεδρίαν, ἀτέλειαν | |
| χρημάτων πάντων, ὧν ἂν | |
| 15 | εἰσάγωσι καὶ ἐξάγωσι ἐπὶ κτήσει |
| καὶ ἐγγείων ἔγκτησιν καὶ δίκας | |
| προδίκους καὶ εἴσπλουν καὶ | |
| ἔκπλουν καὶ πολέμου καὶ εἰρήνης | |
| ἀσυλεὶ καὶ ἀσπονδεί, εἶναι δὲ | |
| 20 | αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν |
| βουλὴν καὶ τὸν δῆμον πρώτοις | |
| μετὰ τὰ ἱερά, τὸν δὲ ἱεροποιὸν | |
| ἀναγράψαι τὸ ψήφισμα τοῦτο | |
| εἰς τελαμῶνα καὶ θεῖναι εἰς | |
| 25 | τὸ ἱερόν. |