[ ]
Thrace — Ainos (Enez) — undated — cf. BE (1972) 275
1 | ἡ γερουσία |
τὸν ἱερῆ τοῦ Διὸς καὶ | |
τῆς Ῥώμης Ἀθηνόδω- | |
ρον Ἀπολλωνίδα περ[ὶ] | |
5 | [πάντα (e.g.)] φιλοτιμησάμε- |
νον εἰς τὴν ἱερὰν γερου- | |
σίαν φιλοτειμίαις καὶ | |
διηνεκῶς καὶ ἀφθόνως | |
δαψιλευσάμενον εἰς | |
10 | αὐτὴν πάσης τῆς ἀρετῆς |
καὶ εὐνοίας ἕνεκεν. |