[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 1st/2nd c. AD — Dumont-Homolle (1892) 392, 74t — GVI 1969 — cf. SEG 48.906 (p. 272)
col. I.1 | παῖδά με γυμνασίων ἐμπείραμον Ἑρμάωνος |
καὶ τυχὸν ἱδρώτων ἄξιον Ἡρακλέους, | |
ἤδη που μέλλοντα παρὰ ξυστοῖο φιλάθλοις | |
καὐτὸν ἀριθμεῖσθαι τοῦ μεγάλου σταδίου, | |
5 | ἥρπασεν ἡ πάντων φθονερὴ θεός, ἧς ὑπὸ νῆμα |
κλήρῳ τῆς ἀδίκου κεκλίμεθ’ ἔργα Τύχης. | |
col. II.7 | ἤδη γυμνασίοις ἠσκημένον, ἔντροφον ἄθλοις, |
παῖδά με καὶ πάτρης ἐλπίδα καὶ πατέρος, | |
ἐνγὺς καὶ κοτίνῳ φθονερὸς κατεκοίμισεν Ἅδης, | |
10 | ψευσάμενος τόσσους εἰς ἀρετὴν καμάτους. |
οὔνομά μοι Δωρᾶς, πατρὸς Διοκλεῖος, ἀπ’ αὐτῶν | |
ἄθλων εἰς διδαχὴν τὰ αὐτὰ πονησαμένου | |
ἀλλά με πρηυτέρως πενθήσατε· καὶ γὰρ ἐς Ἅδην | |
ἔρχομαι ἡρώων οὐδενὶ λειπόμενος. |