[ ] Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 1st/2nd c. AD — Dumont-Homolle (1892) 392, 74t — GVI 1969 — cf. SEG 48.906 (p. 272)
col. I.1 παῖδά με γυμνασίων ἐμπείραμον Ἑρμάωνος
καὶ τυχὸν ἱδρώτων ἄξιον Ἡρακλέους,
ἤδη που μέλλοντα παρὰ ξυστοῖο φιλάθλοις
καὐτὸν ἀριθμεῖσθαι τοῦ μεγάλου σταδίου,
5  ἥρπασεν ἡ πάντων φθονερὴ θεός, ἧς ὑπὸ νῆμα
   κλήρῳ τῆς ἀδίκου κεκλίμεθ’ ἔργα Τύχης.
col. II.7 ἤδη γυμνασίοις ἠσκημένον, ἔντροφον ἄθλοις,
παῖδά με καὶ πάτρης ἐλπίδα καὶ πατέρος,
ἐνγὺς καὶ κοτίνῳ φθονερὸς κατεκοίμισεν Ἅδης,
10 ψευσάμενος τόσσους εἰς ἀρετὴν καμάτους.
οὔνομά μοι Δωρᾶς, πατρὸς Διοκλεῖος, ἀπ’ αὐτῶν
 ἄθλων εἰς διδαχὴν τὰ αὐτὰ πονησαμένου
 ἀλλά με πρηυτέρως πενθήσατε· καὶ γὰρ ἐς Ἅδην
    ἔρχομαι ἡρώων οὐδενὶ λειπόμενος.
Search Help
Contact Us