[ ]
Att. — med. s. II p.
1 | Ἀντωνία ἡ καὶ Σωκρατικὴ τῷ γλυκυτάτῳ μου ἀνδρὶ |
Ἀντιόχῳ τῷ καὶ Συνεσίῳ ἐποίησα τὸ ἡρῷον τοῦτο | |
τέλος καμάτων. | |
παραδίδωμι τοῖς καταχθονίοις θεοῖς τοῦτο τὸ | |
5 | ἡρῷον φυλάσσειν, Πλούτωνι καὶ Δήμητρι καὶ Περσε- |
φόνῃ καὶ Ἐριννύσιν καὶ πᾶσιν τοῖς καταχθονίοις | |
θεοῖς· εἴ τις ἀποκοσμήσει τοῦτο τὸ ἡρῷον ἢ ἀποσκουτλώσει | |
ἢ εἴ τι καὶ ἕτερον μετακινήσει ἢ αὐτὸς ἢ δι’ ἄλλου, | |
μὴ γῆ βατὴ μὴ θάλασσα πλωτή, ἀλλὰ ἐκριζωθήσεται | |
10 | παγγενεί· πᾶσι τοῖς κακοῖς πεῖραν δώσει, καὶ φρίκῃ καὶ |
πυρετῷ καὶ τεταρτέῳ καὶ ἐλέφαντι καὶ ὅσα κακὰ | |
καὶ θηρίοις καὶ ἀνθρώποις γίγνετε, ταῦτα γιγνέσθω | |
τῷ τολμήσαντι ἐκ τούτου τοῦ ἡρῴου μετακινῆ- | |
σαί τι. |