[ ] Makedonia (Chalkidike?) — Prov. unkn. — 137 AD — Sotheby's Ant. December 14, 1987 — Johnston, per litt. to SEG — cf. SEG 39.640
1 Αὐτοκράτωρ Καῖσαρ θεοῦ Τραϊ-
ανοῦ Παρθικοῦ υἱός, θεοῦ Νέρβα υἱ-
ωνὸς, Τραϊανὸς Ἁδριανὸς Σεβαστός,
ἀρχιερεὺς μέγιστος, δημαρχι-
5 κῆς ἐξουσίας τὸ καʹ, αὐτοκράτωρ τὸ
βʹ, ὕπατος τὸ γʹ, πατὴρ πατρίδος, τῷ
κοινῷ τῶν Μακεδόνων  χαίρ<ε>ιν·
ὡς ἠξιώσατε, οἱ παρὰ τὸν τελευ-
ταῖον τῆς ἄρχης ἑαυτῶν χρό-
10 νον ἑτέρους προβαλλόμενοι, αὐ-
τοῖς ἐκ<ε>ίνοις οὓς προβάλλεσθαι
μέλλουσιν πρὸ τριάκοντα ἡμέ-
ρων παρανγελλέτωσαν. ἐ-
πρέσβευεν {²sic}² Φάβιος Πατερνι-
15 ανός, Ἰούλιος Κάσσανδρος,
Ἀττιανὸς Ἀλέξανδρος, Αἴλι-
ος Ἀρτέμων, Οὔλπιος Λουκιανό̣ς·
         εὐτυχεῖτε·
                       vacat
19 πολιταρχούντων τῶν περὶ Θεοδᾶν Θεοδᾶ
                      vacat
20 [ἔτο]υ̣ς θξρʹ σεβαστοῦ.
Search Help