[ ] Makedonia (Chalkidike) — Torone, area of — ca. 400-350 BC — AD 21 A (1966) 152-157
1 τύχη ’γαθή {²⁶ἀγαθή}²⁶· ὠνὴ οἰκίης·
μεὶς Ἀρτεμισιών· ἱερ-
εὺς Εὐφραντίδης Ἀρι-
στοτίμο· Φιλώνιχος
5 Ἀντιφῶντος παρ’ Ἀρι-
στοκλέος τοῦ Παρμ-
ένοντος, ἣν ἐπρίατο
παρὰ Ποσειδίππο το͂
Διοδώρο καὶ Διονυσί-
10 ου τοῦ Ἀντιφῶντος,
τὴν ἐχομένην τῆ-
ς ἑαυτο͂ ᾗ γείτων Ἄ-
σανδρος· {⁸112 dr.}⁸. βε-
βαιωτὴς Καλλιτέ-
15 λης Ἀριστοκλέος·
μάρτυρες Ἄσανδ-
ρος Ἐπικράτεος,
Ἀρχεπτόλεμος
Κλεομάχο, Κλεό-
20 νικος Ἀγαθοκ-
λέος.
Search Help
Contact Us