[ ] Makedonia (Pieria) — Pydna: Halykai Kitrous — ca. 200-166 BC — SEG 43.451
1 ἀγαθῆι τύχηι.
Πρωτέας Φιλίππου Πυδναῖος, ὁ ἀποσταλεὶς
πρεσβευτὴς ὑπὸ τῆς πόλεως πρὸς Καρπωνί-
δαν καὶ Ἀλεξιφάην Δημητριεῖς ὢν δὲ ἱερεὺς τοῦ
5 Ἀπόλλωνος τοῦ Δεκαδρύου εἶπεν· ἐπειδὴ Καρ-
πωνίδας καὶ Ἀλεξιφάης κατακολουθήσαντες
τοῖς ὑπὸ τῆς πόλεως γεγραμμένοις καὶ τοῖς ὑ-
π’ αὐτοῦ καὶ Κλεοβούλου τοῦ Ἀντικράτου συμ-
πρεσβεύσαντος ἀξιουμένοι<ς> ἀποκαθεστάκει-
10 σαν τὸ ἄγαλμα τοῦ Ἀπόλλωνος τοῦ Δεκαδρύ-
ου μετὰ πάσης φιλοτιμίας καὶ καλοκαιαγαθίας
ἀποτ[ι]θέμενοι πρὸς μὲν τὸ θεῖον εὐσέβειαν
πρὸς δ̣ὲ τὴν πόλιν χάριτας [ἀ]ξίας, ἵνα δὲ καὶ
ἡ πόλις ἡμῶν φαίνηται εὐεργετοῦσα καὶ ἀντι-
15 καταλλασσομένη τιμὰς τοῖς αὐτὴν ἐκτενῶς
προτιμῶσιν, δεδόχθαι τῆι πόλει τῆι Πυδναί-
ων ἐπαινέσαι τε Καρπωνίδαν καὶ Ἀλεξιφά-
ην ἐπὶ τῆι εὐνοίαι ἣν ἔχουσιν πρὸς τὴν πόλιν,
εἶναι δὲ αὐτοῖς καὶ ἐκγόνοις ἰσοπολιτείαν
20 καὶ προξενίαν καὶ ἀσφάλειαν καὶ πολέμου κα̣[ὶ]
εἰρήνης καὶ τὰ λοιπὰ φιλάνθρωπα ὑπάρχειν
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, ὅπως δὲ
καὶ πᾶσιν ἦι συμφανὲς ὅτι αἱ παρὰ τῶν εὐεργετη-
θέντων τιμαὶ χάριτες ὑπάρχουσιν διπλασίο-
25 νες τοῖς εὐεργετήσασιν, ἀναγράψαι τὸ ψή-
φισμα εἰστήλην λιθίνην καὶ στῆσαι πρὸ τοῦ
ναοῦ ἐν τῶι ἐπιφανεστάτωι τόπωι, τὸ δὲ
ἐσόμενον ἀνάλωμα ἀνενεγκεῖν τοὺς τα-
μίας ἐκ τοῦ ὑπαρχόντος ἱεροῦ λόγου. vacat
Search Help