[ ] Makedonia (Edonis) — Amphipolis [found in the Asklepieion, Kos] — 243 BC — SEG 12.373, ll. 18-34
1        Ἀμφιπολιτῶν.
βασιλεύοντος Ἀντιγόνου ἔτους ἑνὸς καὶ τεσσαρακοστοῦ, ἐπιστάτου Ξενί-
ου τοῦ Ὀργέως, ἐφ’ ἱερέως Λυσιμάχου· ψηφίσματα Γορπιαίου ἐνάτηι ἐπὶ δέκα.
ἐπεὶ ὁ ἀποσταλεὶς ἀρχιθέωρος ὑπὸ τῆς Κώιων πόλεως Ἀριστόλοχος Ζμέν-
5 δρωνος καὶ μετ’ αὐτοῦ θεωρὸς Μακαρεὺς Ἀράτου ἐπελθόντες ἐπὶ τὴν ἐκλη-
σίαν τήν τε οἰκειότητα ἀνενεώσαντο τὴν ὑπάρχουσαν Κώιοις πρὸς Μακε-
δόνας καὶ τὴν εὔνοιαν ἐνεφάνιζον, ἣν ἔχουσα διατελεῖ ἡ πόλις πρός τε
τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, ἐπηγγέλλοσαν δὲ καὶ τὰ Ἀσκλη-
πίεια τὰ γεινόμενα παρ’ αὐτοῖς καὶ τὴν ἐκεχειρίαν καὶ ἠξίουν τὸ ἱερὸν τοῦ Ἀσ-
10 κληπιοῦ τὸ ἐν Κῶι ἄσυλον εἶναι, δεδόχθαι τῆι πόλει τῆι Ἀμφιπολιτῶν τήν τε
ἐπαγγελίαν τῶν Ἀσκληπιείων καὶ τὴν ἐκεχειρίαν προσδέξασθαι καὶ ἐπαι-
νέσαι αὐτοὺς ἐπί τε ταῖς τιμαῖς, αἷς συντελοῦσι τοῖς θεοῖς, καὶ ἐπὶ τῆι εὐ-
νοίαι τῆι πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς Μακεδόνας, εἶναι δὲ καὶ τὸ ἱε-
ρὸν ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγονος προαιρεῖται, δοῦναι δὲ καὶ
15 τοὺς ἄρχοντας ξένιον τοῖς θεωροῖς ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσι
δίδοται· εἶναι δὲ καὶ θεωροδόκον τῆς θεωρίας τῆς Κώιων Διονύσιον Ἐπιγένου.
ἐψηφίσθη παραπάσαις.
Search Help
Contact Us