[ ] Makedonia (Edonis) — Philippoi [found in the Asklepieion, Kos] — 243 BC — SEG 12.373, ll. 35-55
1              Φιλίππων.
ἱερῶν· ὑπὲρ τῆς ἐκ Κῶ θεωρίας. γνώμη τῆς ἐκλησίας· ἐπειδὴ ἡ πόλις ἡ Κώιων κατὰ
τὰ πάτρια καὶ κατὰ τὴμ μαντείαν τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ ἀπέσταλκεν ἀρχι-
θέωρον Ἀριστόλοχον Ζμένδρωνος καὶ θεωρὸν μετ’ αὐτοῦ Μακαρέα Ἀράτου
5 ἐπαγγέλλοντας τήν τε θυσίαν τῶι Ἀσκληπιῶι καὶ τὴν ἐκεχειρίαν, οἵτινες ἐπελ-
θόντες ἐπὶ τὴν ἐκλησίαν τὴν οἰκειότητα τὴν ὑπάρχουσαν τῆι πόλει τῆι Κώιων
πρὸς τὴμ πόλιν τὴν Φιλίππων καὶ πρὸς τὸμ βασιλέα Ἀντίγονον καὶ πρὸς τοὺς ἄλ-
λους Ἕλληνας καὶ Μακεδόνας ἐνεφάν[ι]σαν καὶ ἀνενεώσαντο, ἠξίουν δὲ
τὸ ἱερὸν ἄσυλον εἶναι, ἀγαθῆι τύχηι δεδόχθαι τῆι ἐκλησίαι δέχεσθαι τὴμ πόλιν
10 τήν τε ἐπαγγελίαν τὴν τῶν Ἀσκληπιείων τῶν ἐν Κῶι καὶ τὴν ἐκεχειρίαν, κα-
θάπερ ἐπαγγέλλουσιν οἱ θεωρ[οί], ἐπαινέσαι <δ>ὲ καὶ τὴμ πόλιν τὴν Κώιων ἐπὶ ταῖς
τιμαῖς αἷς συντελεῖ τοῖς θεοῖς καὶ ἐπὶ τῆι εὐνοίαι τῆι τε πρὸς τὸμ βασιλέα Ἀντί-
γονον καὶ τὴμ πόλιν τὴν Φιλίππων καὶ τοὺς ἄλλους Ἕλληνας καὶ Μακεδόνας, δοῦ-
ναι δὲ καὶ τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ τὸ ἐν Κῶι ἄσυλον, καθάπερ καὶ ὁ βασιλεὺς Ἀντίγο-
15 νος προαιρεῖται, δοῦναι δὲ τὸν ταμίαν τοῖς θεωροῖς ὑπὲρ τῆς πόλεως εἰς ξένια
ὅσον καὶ τοῖς τὰ Πύθια ἐπαγγέλλουσιν δίδοται ἐν τῶι νόμωι γέγραπται, καλέσαι δὲ
τοὺς θεωροὺς καὶ ἐπὶ τὰ ἱερὰ ὑπὲρ τῆς πόλεως τὸν ἄρχοντα εἰς τὸ πρυτανεῖον· τὸν
δὲ ταμίαν δοῦναι τῶι ἄρχοντι ὑπὲρ ἑκατέρου αὐτῶν ἀργύριον τὸ ἐκ τοῦ νόμου· ὅπως
δ’ ἂν ἀσφαλῶς ἀποσταλῶσιν εἰς Νέαν Πόλιν, τοὺς στρατηγοὺς συμπέμψαι αὐτοῖς
20 τοὺς ξένους <σ>τρατιώτας τοὺς παρὰ τῆι πόλει μισθοφοροῦντας· εἶναι δὲ καὶ θεωροδόκον
[τ]ῆς ἐκ Κῶ παραγινομένης θεωρίας τὸν ὑποδεδεγμένον τὴν θεωρίαν Ἡρακλεόδωρον Ἀριστίωνο[ς].
Search Help
Contact Us