[ ] Makedonia (Chalkidike) — Olynthos — 357 BC — TAPA 65 (1934) 103, 1 — RFIC 63 (1935) 497-502
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]Ι ἔχοντες
[— — — — — — — — — — — — — — — συμμα]χ̣ί̣η̣ν [— — — — — — — — — —]ς. v συμμαχήσω κατ-
[ὰ τὰ ὡμολογημένα. v Χαλκιδέων] μ̣ὲ̣ν̣ ὀμνύει[ν] Φιλίπω]ι̣ τ̣ὰ̣ς [ἀρ]χὰς τὰ<ς> ξυνὰς καὶ τοὺ-
[ς πρεσβευτάς(?), τοῖς δὲ Χαλκι]δεῦσι αὐτὸν καὶ οὓς ἂ̣ν ἄλλο̣υς Χαλκιδεῖς κελεύσω-
5 [σι· ὀμνύειν δ’ αὐτοὺς ἀδόλως κ]α̣ὶ ἀτεχνέως, ναὶ μὰ Δία, Γῆν, Ἥλιομ, Ποσειδῶνα, εὐορ-
[κέουσι μὲμ πολλὰ καὶ ἀγαθὰ γί]νεσθαι, ἐπιορκέουσι δὲ πολλ[ὰ] καὶ κακά· ὀμνύειν δὲ τάμνο-
[ντας ὅρκια ἀμφοτέρους. τὰ] δ̣ὲ γράμμ[α]τ̣α τάδε γράψαι κ̣ἠ̣’ [στή]λην καὶ τὴμ μαντείην τὴ-
[ν ὑπὸ τοῦ θεοῦ δεδομένην περ]ὶ τῆς συμ[μ]αχίης, Χαλκιδέ[ας μ]ὲν ἀναθεῖν ἐς τὸ ἱε[ρ]ὸν τῆ-
[ς Ἀρτέμιδος ἐν Ὀλύνθοι, Φίλιππον δ’ ἐ]ν Δίοι ἐς [τ]ὸ ἱερὸν τοῦ Διὸς τ[οῦ] Ὀλυμπίου καὶ ἐς Δελφοὺς μα̣-
10 [ντείης τε καὶ στήλης ἀντίγρα]φα θεῖναι. τῶν δὲ γραμμάτ[ω]ν τ̣ῶνδ’ ἐξεῖν κοινῶι λόγωι χρό-
[νωι τριῶν μηνῶν(?) διορθοῦσθαι ὅ] τι ἂν δοκῆι Φιλίππωι καὶ [Χαλ]κιδεῦσι. vacat
[ἔχρησεν ὁ θεὸς Χαλκιδεῦσι κ]α̣ὶ Φιλίππωι λῶ̣[ι]όν τε κα[ὶ ἄμει]νον εἶμεμ φίλους τε καὶ
[συμμάχους γίνεσθαι κατὰ τὰ ὡμο]λογημένα. θῦσαι δὲ καὶ [καλ]λιερῆσαι Διὶ Τελέοι καὶ
[Ὑπάτωι, Ἀπόλλωνι Προστατηρίωι], Ἀρτέμιδι Ὀρ{ορ}θ[ω]σίαι {²⁶Ὀρθωσίαι}²⁶, Ἑρμ[ῆι] καὶ κατὰ τύχαν ἀγαθὰν vac.
15 [ἐπεύχεσθαι τὰν συμμαχίαν] ἐ̣σσεῖσθαι, καὶ Πυθ[ώδ]ε τῶ[ι Ἀ]πόλλωνι χαριστήρια vacat
[ἀποδιδόναι καὶ μνασιδωρ]ε̣ῖν. vacat
Search Help
Contact Us