[ ]
Mak. (Bottiaia) — Beroia — Leukopetra — 244 AD — SEG 27.290
| 1 | τῇ λʹ τοῦ Δαισίου μηνός, ἔτους εοσ τοῦ καὶ αϟτ, |
| ἐν Βεροίᾳ τῇ μητροπόλι τῆς Μακεδονίας | |
| καὶ δὶς νεωκόρου, Φουνδάνιος Νεικέρως | |
| ἐμαρτυροποιήσατο τοὺς ἐπισφραγισαμέ- | |
| 5 | νους προτεθεικέναι αὐτὸν πιττάκιον δω- |
| ρεᾶς ἀπὸ τῆς εἰκάδος τοῦ προγεγραμμένου | |
| μηνὸς ἑξῆς ἡμερῶν δέκα, ἐκ πιττακίου ἀν- | |
| τιλῆφθε καὶ ἀπεσφραγίσθε τὰ ὑπογεγραμμέ- | |
| να· δωρεῖσθαι δὲ τὸν Νεικέ- | |
| 10 | ρωτα Μητρὶ Θεῶν Αὐτόχθο- |
| νι παιδίον αὐτοῦ ὀνόμα- | |
| τι Νεικοτύχην. vac. ἔρρωσ[θέ] | |
| vacat μοι. |