[ ] Makedonia (Sintike) — Parthikopolis (Sandanski) — Rangel — 157/158 AD — SEG 14.479 — cf. IGBulg V 5895
See also:
[— — — — — — — — — — — — — — — — — — — — — —]
1 [․․․]ω̣ρ̣ήσουσιν οἱ ξ̣έν̣[ο]ι [— — — — — — — — — — —]
Κ̣Ι̣Ι̣ους ὑπὲρ τῆς χώρας, ὁπότε οἱ πολεῖτ̣α̣ι ․․․c.9․․․-
ων καὶ δούλων καὶ ἀργυρωμάτων, ἃ οὐκ ο̣ἰ̣κ̣[εῖα κτ]ήματά
ἐστιν, τοσοῦτον τελεῖτε. εἴ τι αὖθις π̣ρά̣τ̣[τ]ε̣σ̣θ̣α̣ι̣ περὶ τού-
5 του διδάξαιέν με, ὃ ἄξιόν ἐστιν γνῶναι ὑμᾶς, ε̣ἴσ̣ε̣σθ̣ε.
συνχωρῶ ὑμεῖν καὶ τοῖς σώμασι τοῖς ἐλ̣ε̣υ̣θ̣έ̣ρ̣ο̣ις, ἃ [δι]ὰ χρό-
νου φόρον διδόασιν, δηνάριον ἑκάστῳ ἐπιβαλεῖν, ὡς
καὶ τοῦτον σχοίητε πρὸς τὰ ἀνανκαῖα ἕτοιμον πόρον. [β]ου-
λευταὶ ὀγδοήκοντα ὑμεῖν ἔστωσαν, διδότω δὲ ἕκαστος
10 πεντακοσίας Ἀττικάς, ἵνα ἀπὸ μὲν τοῦ μεγέθους τῆς βου-
λῆς ἀξίωμα ὑμεῖν προσγένηται, ἀπὸ δὲ τῶν χρημάτων,
ἃ δώσουσιν, πρόσοδος. οἱ ἐνκεκτημένοι παρ’ ὑμ[ῖ]ν ὑπακουέ-
τωσαν τοῖς ἄρχουσι πρὸς τὰς δίκας καὶ διώκοντες καὶ φεύ-
γοντες μέχρι διακοσίων πεντήκοντα δηναρίων. ἐπρέσ-
15 βευον Δημέας Παραμόνου καὶ Κρίσπος Τοσκου, οἷς τὸ ἐ-
φόδιον δοθήτω, εἰ μὴ προῖκα ὑπέσχηνται. εὐτυχεῖτε.
                              vacat
17 ἐγράφη καὶ ἐτέθη πολιταρχούντων τῶν πε-
ρὶ Οὐαλέριον Πύρρον ἔτους θπρʹ.
Search Help
Contact Us