[ ]
Mak. (Mygdonia) — Thessalonike — ca. 2nd c. AD — IG X,2 1 368 — ZPE 22 (1976) 92 (W. Peek)
See also:
| 1 | Μοῖρα πικρή, Λήθης Ἀχερουσίδος ἔν- |
| τροφε, λυγρὸν / θρῆνον ἐναψαμένη | |
| Μάγνον ἄγ’ εἰς Αΐδεω· / παῖδα δυωδε- | |
| χέτη {²⁶δωδεκέτη}²⁶ πατρὶ μὲν γόον, ἄλγεα μητρὶ / | |
| 5 | ἠδὲ κασιγνήτῳ πένθεα λυγρότατα· / |
| ἄρτι γὰρ ἦν γονέεσσι μέριμνα μέν, | |
| αὐτὰρ ἀδελφῷ / κόσμος· χἠ πικρὴ | |
| Μοῖρ’ ἀπενοσφίσατο· / ἀλλ’ ὦ τὸν πάν- | |
| τεσσι βροτοῖς μόνον οἶκον ἐσοιχνῶ<ν> / | |
| 10 | Μάγν’, ἐπιτυμβιδίοις χαῖρε καὶ εἰνὶ τάφοις. |