[ ] Att. — s. I p.
col. I.1 τῆιδε Μενανδρείων ἐπέων δεδαηκότα πάσας
 τύξιας εὐιέροις ἀγλαὸν ἐν θυμέλαις
ἐκτέρισαν θεράποντες ἀερσίφρονος Διονύσου
 αὐτῶι κισσοφόρωι τοῦτο χαριζόμενοι·
5 τοιγὰρ οἳ Βρομίωι Παφίηι τε νέοι μεμέλησθε
 δευόμενον γεράων μὴ παρανεῖσθε τάφον,
ἀλλὰ παραστείχοντες ἢ οὔνομα κλεινὸν ὁμαρτῆι
 βωστρέετ’ ἢ ῥαδινὰς συμπλαταγεῖτε χέρας.
8a ⸐         vac. 0.075
9 προσεννέπω Στράτωνα καὶ τιμῶ κρότωι.
col. II.10 Κύιντος Μάρκιος
Στράτων καὶ Κύιν-
τος Μάρκιος Τιτια-
νὸς Χολλεῖδαι κω-
MWDOI\ PERIODONEI=-
15       και.
Search Help
Contact Us