[ ]
Att. — s. I p.
col. I.1 | τῆιδε Μενανδρείων ἐπέων δεδαηκότα πάσας |
τύξιας εὐιέροις ἀγλαὸν ἐν θυμέλαις | |
ἐκτέρισαν θεράποντες ἀερσίφρονος Διονύσου | |
αὐτῶι κισσοφόρωι τοῦτο χαριζόμενοι· | |
5 | τοιγὰρ οἳ Βρομίωι Παφίηι τε νέοι μεμέλησθε |
δευόμενον γεράων μὴ παρανεῖσθε τάφον, | |
ἀλλὰ παραστείχοντες ἢ οὔνομα κλεινὸν ὁμαρτῆι | |
βωστρέετ’ ἢ ῥαδινὰς συμπλαταγεῖτε χέρας. | |
8a | ⸐ vac. 0.075 |
9 | προσεννέπω Στράτωνα καὶ τιμῶ κρότωι. |
col. II.10 | Κύιντος Μάρκιος |
Στράτων καὶ Κύιν- | |
τος Μάρκιος Τιτια- | |
νὸς Χολλεῖδαι κω- | |
μωδοὶ περιοδονεῖ- | |
15 | και. |