[ ] Makedonia (Pieria) — Dion: Karitsa — Rom. Imp. period — cf. BCH 47 (1923) 164, 4
col. I.1 Παιᾶνα κλυτόμητιν ἀείσατε κοῦροι
*LHTOI/+DHN *(/EKATON, I)E\ W)\ I)E\ *PAIA/N,
ὃς μέγα χάρμα βροτοῖσιν ἐγείνατο
μειχθεὶς ἐν φιλότητι Κορωνίδι τῇ Φλεγύαο
5 ἰὴ Παιᾶνα Ἀσκληπιὸν δαίμονα κλεινότατον ἰὲ Παιάν.
τοῦ δὲ καὶ ἐξεγένοντο Μαχάων καὶ Ποδαλείριος
ἠδ’ Ἰασὼ Ἀκεσώ τε πολύλλιτος, ὢ ἰὲ Παιάν,
Αἴγλη τ’ εὐῶπις Πανάκειά τε Ἠπιόνης παῖδες
col. II.1 σὺν ἀγακλυτῷ εὐαγῆ Ὑγείᾳ
ἰὴ Παιάν, Ἀσκληπιέ, δαῖμον κλεινότατε, ἰὲ Παιάν.
χαῖρέ μοι, εἵλαος δ’ ἐπινείσεο Δείων πόλιν
εὐρύχορον, ἰὲ ὢ ἰὲ ὢ ἰὲ Παιάν,
5 δὸς δ’ ἡμᾶς χαίροντας ὁρᾶν φάος ἠελίου
δοκίμους σὺν ἀγακλυτῷ εὐαγεῖ Ὑγείᾳ
ἰὴ Παιὰν Ἀσκληπιέ, δαῖμον σεμνότατε.
ἰὲ Παιάν.
Search Help
Contact Us