[ ] Makedonia (Odomantike) — Gazoros (Ag. Athanasios) — 159 AD — SEG 24.614 — Historia tes poleos Serron (1967) 320, 546 — cf. SEG 30.589; 31.631 (ph.)
See also:
1            ἀγαθῇ τύχῃ.
παρὰ Σύρου τοῦ Εὐάλκου, Κοζειμασου [τοῦ]
Πολυχάρμου, Δουλεους τοῦ Βειθυος, τῶ[ν]
κληρωθέντων προέδρων τῇ ιʹ τοῦ Ἀρ-
5 [τ]εμεισίου μηνός, τοῦ ϙρʹ σεβαστοῦ
τοῦ καὶ ∙ ϛ∙τʹ ∙ ἔτους, Α∙ι∙ουλᾳ {²⁷<Δ>ιουλα̣(?)}²⁷ Ἥρουνος
τῷ ἐν Γαζώρῳ μνήμονι. δόγμα τὸ κυρωθὲν ὑ-
πό τε τῆς βουλῆς καὶ τοῦ δήμου ἀπεστάλκαμεν
πρὸς σὲ καθάπερ ὁ νόμος συντάσσει. εἰσηγη-
10 σαμένου Ἀλκίμου τοῦ Ταραλα καὶ εἰπόντος δεῖ-
σθαι τοὺς δημοσίους τόπους ἐνφυτεύσεως
ἀμπέλων τε καὶ δενδρέων καρποφόρων καὶ ὀ-
πωρῶν, εἶναί τε τοὺς βουλομένους θέλειν ἐ[πι]-
μελεῖσθαι καὶ ἐπικαρπίαν τινὰ λαμβάνειν ἐ-
15 ξ αὐτῶν, τοῖς βουλευταῖς βουλευσαμένοις ἔ-
δοξεν εὔλογος εἶναι ἡ εἰσήγησις αὐτοῦ [καὶ]
ἐδοκίμασαν τοὺς ἐνφυτεύσαντας κα[ὶ τοὺς]
[βουλομ]ένους ἔχειν ἐπικαρπίαν ἀ[μπέλων]
[μὲν ἐξ] ἡμισείας, χωροῦντος το[ῦ ἡμι]-
20 σέου μέρους εἰς τὸ δημόσιον, τῆς δ’ ἐ[λαί]-
ας τὰ δύω μέρη, [σ]υκέ[ων δ][κ]αὶ τῶν λο[ι]-
πῶν ὀπωρῶν καὶ στεμφύλων ἔ[χειν τὴν]
ἐπικαρπίαν τὸν ἐπιμελούμενον, μη-
δενὸς ἐξ αὐτῶν χωροῦντος εἰς τὸ δημό-
25 σιον· καὶ περὶ τούτου ψήφου διενεχθεί-
σης ἐγένοντο πᾶσαι λευκαί· ἐπεχειροτό-
νησεν ὁ δῆμος.
Search Help