[ ]
Makedonia (Orestis) — Battyna (Kranochori) — 193 AD — SEG 30.568 — cf. SEG 52.602 (current loc.)
See also:
1 | ἐκκλησίας ἀγομένης ὑπὸ τοῦ Βαττυναίων πο- |
λει̣τάρχου Ἀλεξάνδρου τοῦ Λεωνίδα καὶ πολλῶν | |
ἀποδυ̣ρ̣ω̣μένων πολειτῶν ὑπὸ τῶν ἐπαρ- | |
χικῶν ἐ̣ξ̣ε̣λ̣α̣ύ̣ν̣εσθαι τῆς τῶν δημοσίων | |
5 | τόπων χρήσεως, οὐκ ἀ̣ρκουμένων αὐτῶν οἷς |
ἀπετειμήσαντο, πολλὰ καὶ ἐκεῖ ψευσάμε- | |
νοι, ἀλλὰ καὶ περιβαλλ̣ομένων ἄλλας̣ ἑαυτοῖς κα- | |
τοχὰς ἐν χωρίοις ὑπὲρ ὧν οἱ δια̣[κα]τέχοντες αὐτὰ | |
πρότερον ἔδοσαν χεῖρας ἀφ̣ιστάμενοι αὐτῶν καὶ | |
10 | παραχωροῦντες αὐτὰ τῇ πολειτείᾳ, νῦν δὲ οἱ δυνα- |
τώτεροι τῶν ἐπαρχικῶν ἐκβιάζονται τοὺς πένη- | |
τας καὶ αὐτά τε ἐκεῖνα ἃ οὐκ ἐξὸν αὐτοῖς βούλον- | |
ται κατ̣έχειν, καὶ πρ̣οσεμπονοῦσιν τὴν ἄλλην | |
γῆν χ̣αρακισμοῦ τε καὶ νομῆς ἀποκλείουσιν καὶ ἀφαι- | |
15 | ροῦνται τοὺς πολείτας καὶ διόδ̣ων· ἔδοξεν τῷ τε |
πολειτάρχῃ καὶ τοῖς πολείταις ὁμογνωμονοῦσιν· | |
μόνα κατὰ τὴν Γεντιανοῦ διάταξιν τοὺς ἐπαρχι- | |
κοὺς ἃ ἐτειμήσαντο καλῇ πίστει κατέχειν, εἰ{ι}ς {²⁶εἰς}²⁶ | |
δὲ τὰ λοιπὰ μηδενὶ ἐξεῖναι ἐπαρχικῷ ἢ ἐνπο- | |
20 | ν̣εῖν ἢ ἀγοράζειν ἢ κατέχειν δημοσίαν γῆν μη- |
δὲ δόγμα τινὶ διδόναι πολειτείας ἢ χρήσεως [․c.2․] | |
τῶν δημοσίων, μόνοις δὲ ἀνεῖσθαι τὴν γῆν τοῖς | |
ἀποτετειμημένοις Ὀρεστοῖς· ἐπιμελεῖσ- | |
θαι δὲ τούτων τὸν κατὰ ἔτος γεινόμενον πολει- | |
25 | τάρχην, ὥστε ἐπι<έ>ναι μετὰ τῶν πολειτῶν καὶ ἐκβάλ- |
λειν καὶ κωλύειν τοὺ<ς> εἰς τὴν μὴ ἀποτετειμημένην | |
γῆν βιαζομένους, ἐὰν δέ τις ἀμελήσῃ τούτου πολιτάρχ[η]ς | |
καὶ δόγμα τινὶ δῷ καὶ καταπροδῷ τὰ δημόσια, τοῦτον ἀ%⁸¹- | |
ποδοῦναι εἰς φίσκον δηνάρια πεντακισχείλι- | |
30 | α καὶ ἄλλα τῇ πολειτείᾳ δηνάρι̣α̣ πεντακισχείλια· προσ- |
ανενεχθῆναι δὲ τοῦτο τὸ δ̣όγμα ἔδοξεν τῷ διέποντι vac. | |
τὴν ἐπαρχείαν ἡγεμόνι Ἰουνίῳ Ῥουφείνῳ διὰ τῶν πρεσβευ- | |
τῶν το<ῦ> ἔ̣θνο̣υ̣ς Ἰουλίου Κ̣ρ̣ίσπου καὶ Φιλάγρου καὶ̣ Κ̣λ̣είτου τῶν | |
Πτολεμαίου, ἐ<ὰ>ν δ’ ἐκεῖνος αὐτὸ κυρώσῃ καὶ στηλογραφηθῇ | |
35 | π̣α<ρ>’ αὐτ̣[ῶν], ἐπὶ τῆς ἀγορᾶς εἰς τὸ διηνεκὲς μένειν κείμε- |
νον, ἐπ<ε>ί τινα τῶν π̣α̣λ̣α̣ιῶν ἠφάνισται γραμάτων· ὁμο̣ίως | |
δὲ καὶ εἴ τις ἁλώσεται πωλῶν ἐπαρχικῷ τινα τῶν δη- | |
μοσίων καὶ τοῦτον ὑποκεῖσθαι τῷ προγεγραμένῳ προστ- | |
{τ}είμῳ {²⁶προστείμῳ}²⁶, τά τε ἤδη πεπραμένα ἄκ̣υρα εἶναι καὶ μὴ κρατεῖσ- | |
40 | θαι τοῖς ἡγορακ̣όσιν. vac. ἐγένε̣το ἔτους τεσσαρακοστοῦ |
καὶ τριακοσιαστοῦ, μηνὸς Ἀ[ρ]τεμισίου τριακάδι vacat | |
Ἀ̣λ̣έξανδρος Λεωνίδου ὁ πολιτάρχης̣ [ἐπε]σφραγι̣σάμην vac. Τρόφιμ̣ο̣ς̣ [․c.6․․] | |
col. I.43 | Θεότειμος Νει̣κο̣λ<ά>ου |
[․]ανος Φιλίπου {²⁶Φιλίππου}²⁶ ὁ καὶ Οὐαλέριος | |
45 | Παρμενίων Κ̣λείτου |
Νεικόλ̣[αος] Φίλωνος | |
Εὐφάμ̣ιος Νεικάνορος | |
Ὀρέστης Ἀριστολάου | |
Ἀ̣μύντας Νεικολάου | |
50 | Εὐτυχιανὸς Φ̣ι̣λ̣άνδρου |
Ἀντίγονος Κασάνδρου | |
Παρμενίων Νεικομάχου | |
Νεικόλαος Μενελάου | |
Μενέλαος Λ̣υκώπου | |
55 | Φίλων Ἀ̣ρ̣ι̣στοδήμο[υ] |
[Ἀ]ντίγονος Εὐχείδου | |
Παράμονος Στρ[α]τονείκης | |
[Πρ]ε̣ῖ̣σκος Φιλίππου | |
col. II.43 | Νεικάνωρ Θησ[έ]ως |
ΗΓΕΡ․ΕΙΑ̣Ϲ(?) | |
45 | Πλευ<ρ>ᾶδ̣ος [․c.2․]αωος |
Ἀλέξα̣ν̣δ̣ρ̣ο̣ς̣ Ἀλ̣εξ̣άνδρ̣ου | |
Μ̣ε̣γ̣άρτ̣ας [․c.1․]υμονου | |
Μάγας Στράτωνος | |
Στράτων Ἐπικάδου | |
50 | Νείκαν̣δ̣ρ̣ο̣ς̣ Ἀ̣ν̣δ̣ρ̣ίσκου |
Δέγμος Φιλίππου | |
Φίλιππο<ς> Μενελάου | |
Γέλων Παραμόνου | |
Μενέλας Τήρου | |
55 | Παρμενίων Γέλωνος |
Ἀνδρίσκος Νεικολάου | |
Ἀριστόδημος Φίλωνος | |
Π̣ο̣λύχαρμος Πολυχάρμου | |
col. III.43 | Νεοκλῆς Νεικολάου |
Μενέφιλ̣ο̣ς ΑΛΕΞΙ̣Ω̣Ρ̣Ο̣Υ̣(?) | |
45 | Πτολ[ε]μ[αῖος ․c.4․] |
Ζω̣ΐ̣λ̣ο̣ς̣ Φίλωνος | |
[— — — — — —] | |
Ἀντίγονος Γέλωνος | |
Φιλώτας Φιλίπου | |
50 | [․c.2․]ν̣ιας Ζωΐλου |
Νεικόλας Φιλώτου | |
[․c.2․]σ̣%⁸¹ι̣λας Ῥ̣α̣δ̣ίου | |
Ἀραβέος Νεικάνδρου | |
Θεότειμος Φιλίππου | |
55 | Ὀρέστης Ζωΐλου |
Γάιος Ἀλεξάνδρου | |
Ἀλέξανδρος Παρ̣μ̣ε̣νίωνος | |
Ἐπιχάρης Κοίνου | |
Ὑάκινθος Ἐπιχάρους | |
col. IV.43 | Φίλιππος Φιλώτου |
Γέλων Ο[— — — —] | |
45 | Λυσίμαχος [— — —] |
Ἀρίστιππος [— — —] | |
Ἀντίγονος Κλίτου | |
Κλεῖτος Ἀντιγόνου | |
[․c.5․] Πτολεμέου | |
50 | Δημήτρης Δημη- |
τρίου. vac. |