EAM 186
[ ] Makedonia (Orestis) — Battyna (Kranochori) — 193 AD — SEG 30.568 — cf. SEG 52.602 (current loc.)
1 ἐκκλησίας ἀγομένης ὑπὸ τοῦ Βαττυναίων πο-
λει̣τάρχου Ἀλεξάνδρου τοῦ Λεωνίδα καὶ πολλῶν
ἀποδυ̣ρ̣ω̣μένων πολειτῶν ὑπὸ τῶν ἐπαρ-
χικῶν ἐ̣ξ̣ε̣λ̣α̣ύ̣ν̣εσθαι τῆς τῶν δημοσίων
5 τόπων χρήσεως, οὐκ ἀ̣ρκουμένων αὐτῶν οἷς
ἀπετειμήσαντο, πολλὰ καὶ ἐκεῖ ψευσάμε-
νοι, ἀλλὰ καὶ περιβαλλ̣ομένων ἄλλας̣ ἑαυτοῖς κα-
τοχὰς ἐν χωρίοις ὑπὲρ ὧν οἱ δια̣[κα]τέχοντες αὐτὰ
πρότερον ἔδοσαν χεῖρας ἀφ̣ιστάμενοι αὐτῶν καὶ
10 παραχωροῦντες αὐτὰ τῇ πολειτείᾳ, νῦν δὲ οἱ δυνα-
τώτεροι τῶν ἐπαρχικῶν ἐκβιάζονται τοὺς πένη-
τας καὶ αὐτά τε ἐκεῖνα ἃ οὐκ ἐξὸν αὐτοῖς βούλον-
ται κατ̣έχειν, καὶ πρ̣οσεμπονοῦσιν τὴν ἄλλην
γῆν χ̣αρακισμοῦ τε καὶ νομῆς ἀποκλείουσιν καὶ ἀφαι-
15 ροῦνται τοὺς πολείτας καὶ διόδ̣ων· ἔδοξεν τῷ τε
πολειτάρχῃ καὶ τοῖς πολείταις ὁμογνωμονοῦσιν·
μόνα κατὰ τὴν Γεντιανοῦ διάταξιν τοὺς ἐπαρχι-
κοὺς ἃ ἐτειμήσαντο καλῇ πίστει κατέχειν, εἰ{ι}ς {²⁶εἰς}²⁶
δὲ τὰ λοιπὰ μηδενὶ ἐξεῖναι ἐπαρχικῷ ἢ ἐνπο-
20 ν̣εῖν ἢ ἀγοράζειν ἢ κατέχειν δημοσίαν γῆν μη-
δὲ δόγμα τινὶ διδόναι πολειτείας ἢ χρήσεως [․c.2․]
τῶν δημοσίων, μόνοις δὲ ἀνεῖσθαι τὴν γῆν τοῖς
ἀποτετειμημένοις Ὀρεστοῖς· ἐπιμελεῖσ-
θαι δὲ τούτων τὸν κατὰ ἔτος γεινόμενον πολει-
25 τάρχην, ὥστε ἐπι<έ>ναι μετὰ τῶν πολειτῶν καὶ ἐκβάλ-
λειν καὶ κωλύειν τοὺ<ς> εἰς τὴν μὴ ἀποτετειμημένην
γῆν βιαζομένους, ἐὰν δέ τις ἀμελήσῃ τούτου πολιτάρχ[η]ς
καὶ δόγμα τινὶ δῷ καὶ καταπροδῷ τὰ δημόσια, τοῦτον ἀ%⁸¹-
ποδοῦναι εἰς φίσκον δηνάρια πεντακισχείλι-
30 α καὶ ἄλλα τῇ πολειτείᾳ δηνάρι̣α̣ πεντακισχείλια· προσ-
ανενεχθῆναι δὲ τοῦτο τὸ δ̣όγμα ἔδοξεν τῷ διέποντι vac.
τὴν ἐπαρχείαν ἡγεμόνι Ἰουνίῳ Ῥουφείνῳ διὰ τῶν πρεσβευ-
τῶν το<ῦ> ἔ̣θνο̣υ̣ς Ἰουλίου Κ̣ρ̣ίσπου καὶ Φιλάγρου καὶ̣ Κ̣λ̣είτου τῶν
Πτολεμαίου, ἐ<ὰ>ν δ’ ἐκεῖνος αὐτὸ κυρώσῃ καὶ στηλογραφηθῇ
35 π̣α<ρ>’ αὐτ̣[ῶν], ἐπὶ τῆς ἀγορᾶς εἰς τὸ διηνεκὲς μένειν κείμε-
νον, ἐπ<ε>ί τινα τῶν π̣α̣λ̣α̣ιῶν ἠφάνισται γραμάτων· ὁμο̣ίως
δὲ καὶ εἴ τις ἁλώσεται πωλῶν ἐπαρχικῷ τινα τῶν δη-
μοσίων καὶ τοῦτον ὑποκεῖσθαι τῷ προγεγραμένῳ προστ-
{τ}είμῳ {²⁶προστείμῳ}²⁶, τά τε ἤδη πεπραμένα ἄκ̣υρα εἶναι καὶ μὴ κρατεῖσ-
40 θαι τοῖς ἡγορακ̣όσιν. vac. ἐγένε̣το ἔτους τεσσαρακοστοῦ
καὶ τριακοσιαστοῦ, μηνὸς Ἀ[ρ]τεμισίου τριακάδι vacat
Ἀ̣λ̣ξανδρος Λεωνίδου ὁ πολιτάρχης̣ [ἐπε]σφραγι̣σάμην vac. Τρόφιμ̣ο̣ς̣ [․c.6․․]
col. I.43 Θεότειμος Νει̣κο̣λ<ά>ου
[․]ανος Φιλίπου {²⁶Φιλίππου}²⁶ ὁ καὶ Οὐαλέριος
45 Παρμενίων Κ̣λείτου
Νεικόλ̣[αος] Φίλωνος
Εὐφάμ̣ιος Νεικάνορος
Ὀρέστης Ἀριστολάου
Ἀ̣μύντας Νεικολάου
50 Εὐτυχιανὸς Φ̣ι̣λ̣άνδρου
Ἀντίγονος Κασάνδρου
Παρμενίων Νεικομάχου
Νεικόλαος Μενελάου
Μενέλαος Λ̣υκώπου
55 Φίλων Ἀ̣ρ̣ι̣στοδήμο[υ]
[Ἀ]ντίγονος Εὐχείδου
Παράμονος Στρ[α]τονείκης
[Πρ]ε̣ῖ̣σκος Φιλίππου
col. II.43 Νεικάνωρ Θησ[έ]ως
ΗΓΕΡ․ΕΙΑ̣Ϲ(?)
45 Πλευ<ρ>ᾶδ̣ος [․c.2․]αωος
Ἀλέξα̣ν̣δ̣ρ̣ο̣ς̣ Ἀλ̣εξ̣άνδρ̣ου
Μ̣ε̣γ̣άρτ̣ας [․c.1․]υμονου
Μάγας Στράτωνος
Στράτων Ἐπικάδου
50 Νείκαν̣δ̣ρ̣ο̣ς̣ Ἀ̣ν̣δ̣ρ̣ίσκου
Δέγμος Φιλίππου
Φίλιππο<ς> Μενελάου
Γέλων Παραμόνου
Μενέλας Τήρου
55 Παρμενίων Γέλωνος
Ἀνδρίσκος Νεικολάου
Ἀριστόδημος Φίλωνος
Π̣ο̣λύχαρμος Πολυχάρμου
col. III.43 Νεοκλῆς Νεικολάου
Μενέφιλ̣ο̣ς ΑΛΕΞΙ̣Ω̣Ρ̣Ο̣Υ̣(?)
45 Πτολ[ε]μῖος ․c.4․]
Ζω̣ΐ̣λ̣ο̣ς̣ Φίλωνος
[— — — — — —]
ντίγονος Γέλωνος
Φιλώτας Φιλίπου
50 [․c.2․]ν̣ιας Ζωΐλου
Νεικόλας Φιλώτου
[․c.2․]σ̣%⁸¹ι̣λας Ῥ̣α̣δ̣ίου
Ἀραβέος Νεικάνδρου
Θεότειμος Φιλίππου
55 Ὀρέστης Ζωΐλου
Γάιος Ἀλεξάνδρου
Ἀλέξανδρος Παρ̣μ̣ε̣νίωνος
Ἐπιχάρης Κοίνου
Ὑάκινθος Ἐπιχάρους
col. IV.43 Φίλιππος Φιλώτου
Γέλων Ο[— — — —]
45 Λυσίμαχος [— — —]
Ἀρίστιππος [— — —]
Ἀντίγονος Κλίτου
Κλεῖτος Ἀντιγόνου
[․c.5․] Πτολεμέου
50 Δημήτρης Δημη-
τρίου. vac.
Search Help
Contact Us