[ ]
Mak. (Orestis) — Battyna (Kranochori) — 193 AD — SEG 30.568 — cf. SEG 52.602 (current loc.)
See also:
| 1 | ἐκκλησίας ἀγομένης ὑπὸ τοῦ Βαττυναίων πο- |
| λει̣τάρχου Ἀλεξάνδρου τοῦ Λεωνίδα καὶ πολλῶν | |
| ἀποδυ̣ρ̣ω̣μένων πολειτῶν ὑπὸ τῶν ἐπαρ- | |
| χικῶν ἐ̣ξ̣ε̣λ̣α̣ύ̣ν̣εσθαι τῆς τῶν δημοσίων | |
| 5 | τόπων χρήσεως, οὐκ ἀ̣ρκουμένων αὐτῶν οἷς |
| ἀπετειμήσαντο, πολλὰ καὶ ἐκεῖ ψευσάμε- | |
| νοι, ἀλλὰ καὶ περιβαλλ̣ομένων ἄλλας̣ ἑαυτοῖς κα- | |
| τοχὰς ἐν χωρίοις ὑπὲρ ὧν οἱ δια̣[κα]τέχοντες αὐτὰ | |
| πρότερον ἔδοσαν χεῖρας ἀφ̣ιστάμενοι αὐτῶν καὶ | |
| 10 | παραχωροῦντες αὐτὰ τῇ πολειτείᾳ, νῦν δὲ οἱ δυνα- |
| τώτεροι τῶν ἐπαρχικῶν ἐκβιάζονται τοὺς πένη- | |
| τας καὶ αὐτά τε ἐκεῖνα ἃ οὐκ ἐξὸν αὐτοῖς βούλον- | |
| ται κατ̣έχειν, καὶ πρ̣οσεμπονοῦσιν τὴν ἄλλην | |
| γῆν χ̣αρακισμοῦ τε καὶ νομῆς ἀποκλείουσιν καὶ ἀφαι- | |
| 15 | ροῦνται τοὺς πολείτας καὶ διόδ̣ων· ἔδοξεν τῷ τε |
| πολειτάρχῃ καὶ τοῖς πολείταις ὁμογνωμονοῦσιν· | |
| μόνα κατὰ τὴν Γεντιανοῦ διάταξιν τοὺς ἐπαρχι- | |
| κοὺς ἃ ἐτειμήσαντο καλῇ πίστει κατέχειν, εἰ{ι}ς {²⁶εἰς}²⁶ | |
| δὲ τὰ λοιπὰ μηδενὶ ἐξεῖναι ἐπαρχικῷ ἢ ἐνπο- | |
| 20 | ν̣εῖν ἢ ἀγοράζειν ἢ κατέχειν δημοσίαν γῆν μη- |
| δὲ δόγμα τινὶ διδόναι πολειτείας ἢ χρήσεως [․c.2․] | |
| τῶν δημοσίων, μόνοις δὲ ἀνεῖσθαι τὴν γῆν τοῖς | |
| ἀποτετειμημένοις Ὀρεστοῖς· ἐπιμελεῖσ- | |
| θαι δὲ τούτων τὸν κατὰ ἔτος γεινόμενον πολει- | |
| 25 | τάρχην, ὥστε ἐπι<έ>ναι μετὰ τῶν πολειτῶν καὶ ἐκβάλ- |
| λειν καὶ κωλύειν τοὺ<ς> εἰς τὴν μὴ ἀποτετειμημένην | |
| γῆν βιαζομένους, ἐὰν δέ τις ἀμελήσῃ τούτου πολιτάρχ[η]ς | |
| καὶ δόγμα τινὶ δῷ καὶ καταπροδῷ τὰ δημόσια, τοῦτον ἀ%⁸¹- | |
| ποδοῦναι εἰς φίσκον δηνάρια πεντακισχείλι- | |
| 30 | α καὶ ἄλλα τῇ πολειτείᾳ δηνάρι̣α̣ πεντακισχείλια· προσ- |
| ανενεχθῆναι δὲ τοῦτο τὸ δ̣όγμα ἔδοξεν τῷ διέποντι vac. | |
| τὴν ἐπαρχείαν ἡγεμόνι Ἰουνίῳ Ῥουφείνῳ διὰ τῶν πρεσβευ- | |
| τῶν το<ῦ> ἔ̣θνο̣υ̣ς Ἰουλίου Κ̣ρ̣ίσπου καὶ Φιλάγρου καὶ̣ Κ̣λ̣είτου τῶν | |
| Πτολεμαίου, ἐ<ὰ>ν δ’ ἐκεῖνος αὐτὸ κυρώσῃ καὶ στηλογραφηθῇ | |
| 35 | π̣α<ρ>’ αὐτ̣[ῶν], ἐπὶ τῆς ἀγορᾶς εἰς τὸ διηνεκὲς μένειν κείμε- |
| νον, ἐπ<ε>ί τινα τῶν π̣α̣λ̣α̣ιῶν ἠφάνισται γραμάτων· ὁμο̣ίως | |
| δὲ καὶ εἴ τις ἁλώσεται πωλῶν ἐπαρχικῷ τινα τῶν δη- | |
| μοσίων καὶ τοῦτον ὑποκεῖσθαι τῷ προγεγραμένῳ προστ- | |
| {τ}είμῳ {²⁶προστείμῳ}²⁶, τά τε ἤδη πεπραμένα ἄκ̣υρα εἶναι καὶ μὴ κρατεῖσ- | |
| 40 | θαι τοῖς ἡγορακ̣όσιν. vac. ἐγένε̣το ἔτους τεσσαρακοστοῦ |
| καὶ τριακοσιαστοῦ, μηνὸς Ἀ[ρ]τεμισίου τριακάδι vacat | |
| Ἀ̣λ̣έξανδρος Λεωνίδου ὁ πολιτάρχης̣ [ἐπε]σφραγι̣σάμην vac. Τρόφιμ̣ο̣ς̣ [․c.6․․] | |
| col. I.43 | Θεότειμος Νει̣κο̣λ<ά>ου |
| [․]ανος Φιλίπου {²⁶Φιλίππου}²⁶ ὁ καὶ Οὐαλέριος | |
| 45 | Παρμενίων Κ̣λείτου |
| Νεικόλ̣[αος] Φίλωνος | |
| Εὐφάμ̣ιος Νεικάνορος | |
| Ὀρέστης Ἀριστολάου | |
| Ἀ̣μύντας Νεικολάου | |
| 50 | Εὐτυχιανὸς Φ̣ι̣λ̣άνδρου |
| Ἀντίγονος Κασάνδρου | |
| Παρμενίων Νεικομάχου | |
| Νεικόλαος Μενελάου | |
| Μενέλαος Λ̣υκώπου | |
| 55 | Φίλων Ἀ̣ρ̣ι̣στοδήμο[υ] |
| [Ἀ]ντίγονος Εὐχείδου | |
| Παράμονος Στρ[α]τονείκης | |
| [Πρ]ε̣ῖ̣σκος Φιλίππου | |
| col. II.43 | Νεικάνωρ Θησ[έ]ως |
| ΗΓΕΡ․ΕΙΑ̣Ϲ(?) | |
| 45 | Πλευ<ρ>ᾶδ̣ος [․c.2․]αωος |
| Ἀλέξα̣ν̣δ̣ρ̣ο̣ς̣ Ἀλ̣εξ̣άνδρ̣ου | |
| Μ̣ε̣γ̣άρτ̣ας [․c.1․]υμονου | |
| Μάγας Στράτωνος | |
| Στράτων Ἐπικάδου | |
| 50 | Νείκαν̣δ̣ρ̣ο̣ς̣ Ἀ̣ν̣δ̣ρ̣ίσκου |
| Δέγμος Φιλίππου | |
| Φίλιππο<ς> Μενελάου | |
| Γέλων Παραμόνου | |
| Μενέλας Τήρου | |
| 55 | Παρμενίων Γέλωνος |
| Ἀνδρίσκος Νεικολάου | |
| Ἀριστόδημος Φίλωνος | |
| Π̣ο̣λύχαρμος Πολυχάρμου | |
| col. III.43 | Νεοκλῆς Νεικολάου |
| Μενέφιλ̣ο̣ς ΑΛΕΞΙ̣Ω̣Ρ̣Ο̣Υ̣(?) | |
| 45 | Πτολ[ε]μ[αῖος ․c.4․] |
| Ζω̣ΐ̣λ̣ο̣ς̣ Φίλωνος | |
| [— — — — — —] | |
| Ἀντίγονος Γέλωνος | |
| Φιλώτας Φιλίπου | |
| 50 | [․c.2․]ν̣ιας Ζωΐλου |
| Νεικόλας Φιλώτου | |
| [․c.2․]σ̣%⁸¹ι̣λας Ῥ̣α̣δ̣ίου | |
| Ἀραβέος Νεικάνδρου | |
| Θεότειμος Φιλίππου | |
| 55 | Ὀρέστης Ζωΐλου |
| Γάιος Ἀλεξάνδρου | |
| Ἀλέξανδρος Παρ̣μ̣ε̣νίωνος | |
| Ἐπιχάρης Κοίνου | |
| Ὑάκινθος Ἐπιχάρους | |
| col. IV.43 | Φίλιππος Φιλώτου |
| Γέλων Ο[— — — —] | |
| 45 | Λυσίμαχος [— — —] |
| Ἀρίστιππος [— — —] | |
| Ἀντίγονος Κλίτου | |
| Κλεῖτος Ἀντιγόνου | |
| [․c.5․] Πτολεμέου | |
| 50 | Δημήτρης Δημη- |
| τρίου. vac. |