[ ] Makedonia (Bottiaia) — Beroia — 181 AD — ABSA 18 (1911/12) 139, 2 — SEG 36.590
1 Ἀριάγνη Βάστου τὴν ὑ-
πάρχουσαν αὐτῇ παιδί-
σκην ὀνόματι Ἐλπίδα
DW=RON E)/DWKEN QEA=|
5 Ἀγροτέρᾳ Ἀρτέμιδι, {μη}
μηθενὸς ἑτέρου αὐτῆς ἐ-
ξουσίαν ἔχοντος μήτε ἀρ-
χόντων μήτε βουλευτῶν, ὑ-
πέταξεν δὲ καὶ τὴν ἐπιστολὴν
10 τὴν δεδομένην αὐτῇ ὑπὸ τῶν
ἀδελφῶν· ❦̣ Ἡρακλείδης Βά-
στου καὶ Σύρος Βάστου Ἀριάγνῃ
Βάστου τῇ κυρίᾳ ἀδελφῇ χαίριν·
H(MEI=S, KURI/A A)DELFH/, E)N POLLOI=S
15 σοι χάριν οἴδαμεν καὶ νῦν βουλο-
μένης σού τινας τῶν ἰδίων θρε-
πταρίων ἐλευθερῶσαι συνευαρεσ-
στοῦμεν καὶ συνκατατιθέμεθα· σὺ
γὰρ τῶν ἰδίων ἐξουσίαν ἔχεις, καὶ
20 γὰρ αὐτὴ αὐτὰ κοπιάσασα πεπόρικας
οὐ παρ’ ἄ<λ>λου τινὸς παραλαβοῦσα· ἐὰν
καὶ ὡς πρεσβυτέρα γυνὴ βούλει δα-
νίσασθαι καὶ ὑποθέσθαι τι τῶν σῶ̣ν ἰς
τὴν διεξαγωγὴν τοῦ γήρως, καὶ ἐν τού-
25 τοις συνευαρεστοῦμεν, κυρία, μηδέν τι
τηλικοῦτον παρεχόμενοί σοι· ὡς γὰρ
προείπαμεν καὶ σά ἐστιν καὶ σὺ αὐτὰ
κεκοπίακας. ἐγράψαμεν τὴν ἐπι<σ>το-
λήν σοι ἐν Βεροίᾳ ἔτους βισʹ σε-
30 βαστοῦ τοῦ καὶ ηκτʹ, v Περειτίου
τετράδι διὰ χειρὸς Φλαυίου Ἅ-
λυος διὰ τὸ μὴ αὐτοὺς ἡμᾶς ἐπίστα-
σθαι γράμματα. ἐρῶσθαί σε εὐχόμε-
θα. v μάρτυρες· Τίτος Αἴλιος Ἐπίκτη-
35 τος, Λούκιος Μάγνιος Οὐαλεριανό-
[ς], Σέξστος Ποπίλλιος Λυκῖνος.
ἐγράφη ἡ στήλλη ἔτους βισʹ σεβαστοῦ,
    vacat     Πανήμου δευτέρᾳ.
Search Help
Contact Us