[ ] Makedonia (Bottiaia) — Beroia — 239-229 BC — SEG 12.314 — Meletēmata 22,2 (1996) 108, 93
1          τύχηι   vac.  ἀγαθῆι.
βασιλεύοντος Δημητρίου ἑβδόμου καὶ εἰκοσ-
τοῦ ἔτους, μηνὸς Περιτίου, ἐφ’ ἱιερέως {²⁶ἱερέως26 Ἀπολλωνί-
δου τοῦ Γλαυκίου, vac. κατέβαλον ἐπ’ ἐλευθερίαι Κόσμος,
5 *MARSU/AS, *)/ORTUC, *)ATTI/NAI *)ALKE/TOU AU)TOI\ U(PE\R AU(TW=N &3vac.&
καὶ τῶν γυναικῶν vac. Ἀρνίου, Γλαύκας, vac. Χλιδάνης,
καὶ τῶν παιδίων τῶν τε νῦν ὄντων καὶ ἄν τινα ὕστερον̣
ἐπιγένηται καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ἑκάσ-
του χρυσοῦς πεντήκοντα vac. καὶ <Ἀ>σπαζᾶτις ὑπὲρ αὑ-
10 τῆς καὶ τῶν ὑπαρχόντων κατέβαλεν χρυσοῦς
εἴκοσι πέντε, παραμείνασιν δὲ αὐτοῖς παρὰ vac.
Ἀττίναι ἕως ἂν Ἀττίνας ζῆι καὶ ποοῦσιν {²⁶ποιοῦσιν}²⁶ ὅ τι ἂν Ἀτ-
τίνας προστάσσῃ, παθόν<τος> δὲ Ἀττίνα ἐξέστω ἀπιιέναι
οὗ ἂν βούλωνται. vac. μὴ ἐξέστω δὲ Ἀλκέται μηδὲ τῆι Ἀλ-
15 κέτα γυναικὶ μηδὲ τῶν Ἀλκέτα ἐγγόνων μηδὲ Λαρέ-
ται ἐφάψεσθαι τούτων μηδὲ τῶν γυναικῶν μηδὲ
τῶν παιδίων μηδὲ Ἀσπαζάτιος, μηδὲ ἄγειν εἰς δου-
λ̣είαν, μηδὲ τῶν ὑπαρχόντων αὐτοῖς παρελέσθαι μ̣η̣δ̣ὲ̣[ν]
π̣[α]ρευρέσει μηδεμιᾶι μηδὲ ἄλλωι ὑπὲρ τούτων· εἰ δὲ μή,
20 ἐλεύθεροί τε ἔστωσαν καὶ ὁ ἄγων εἰς δουλείαν ἀποτινέτω
καθ’ ἕκαστον vac. σ<ῶ>μα χρυσοῦς ἑκατὸν καὶ τῶι βασιλεῖ vac.
ἄλλους ἑκατὸν ὑπὲρ ἑκάστου σώματος καὶ ἄν τι ἐκ̣ [τ][ν]
ὑπαρχόντων αὐτοῖς παρέληται, ἀποτινέτω τὴ̣ν ἀξί-
αν διπλῆν οὗ ἂν παρέληται ἀπ’ αὐτῶν· εἰ δὲ μὴ παραμένω-
25 σι μηδὲ ποιῶσιν ὅ τι ἂν Ἀττίνας προστάσσῃ καὶ αὐτοὶ καὶ α̣ἱ
γυναῖκες καὶ τ̣ὰ π̣α̣ι̣δ̣ί̣α̣, ἕως ἂν Ἀττίνας ζῆι, τῶι μὴ ποιοῦντ̣ι̣
ἄκυρος ἔστω ἡ̣ ἐλε̣υθ̣ερία αὖ· προστάτας δὲ ἡγοῦνται καὶ
βασιλέα καὶ βασίλισσαν καὶ Μαχάταν τὸν Θεογένους
καὶ τὰ παιδία αὐτοῦ vac. καὶ Ἄρχιππον καὶ Βακχύλον
30 καὶ Δαμόγνητον καὶ Ἰασόνεικον. μάρτυρες
Αἰσχυλῖνος Ἀριστοκλείδου, vac. Γαιτέας Χαιρεκράτους,
Μαχάτας Φιλίππου, Ἀλκέτας Μ[․c.6․․]ΟΙΚΟΥ
[ὁ δεῖνα τοῦ δεῖνος], Παυσανίας Ἀσάνδρου.
Search Help
Contact Us