[ ]
Mak. (Bottiaia) — Beroia — 239-229 BC — SEG 12.314 — Meletēmata 22,2 (1996) 108, 93
| 1 | τύχηι vac. ἀγαθῆι. |
| βασιλεύοντος Δημητρίου ἑβδόμου καὶ εἰκοσ- | |
| τοῦ ἔτους, μηνὸς Περιτίου, ἐφ’ ἱιερέως {²⁶ἱερέως}²⁶ Ἀπολλωνί- | |
| δου τοῦ Γλαυκίου, vac. κατέβαλον ἐπ’ ἐλευθερίαι Κόσμος, | |
| 5 | Μαρσύας, Ὄρτυξ, Ἀττίναι Ἀλκέτου αὐτοὶ ὑπὲρ αὑτῶν vac. |
| καὶ τῶν γυναικῶν vac. Ἀρνίου, Γλαύκας, vac. Χλιδάνης, | |
| καὶ τῶν παιδίων τῶν τε νῦν ὄντων καὶ ἄν τινα ὕστερον̣ | |
| ἐπιγένηται καὶ τῶν ὑπαρχόντων αὐτοῖς πάντων ἑκάσ- | |
| του χρυσοῦς πεντήκοντα vac. καὶ <Ἀ>σπαζᾶτις ὑπὲρ αὑ- | |
| 10 | τῆς καὶ τῶν ὑπαρχόντων κατέβαλεν χρυσοῦς |
| εἴκοσι πέντε, παραμείνασιν δὲ αὐτοῖς παρὰ vac. | |
| Ἀττίναι ἕως ἂν Ἀττίνας ζῆι καὶ ποοῦσιν {²⁶ποιοῦσιν}²⁶ ὅ τι ἂν Ἀτ- | |
| τίνας προστάσσῃ, παθόν<τος> δὲ Ἀττίνα ἐξέστω ἀπιιέναι | |
| οὗ ἂν βούλωνται. vac. μὴ ἐξέστω δὲ Ἀλκέται μηδὲ τῆι Ἀλ- | |
| 15 | κέτα γυναικὶ μηδὲ τῶν Ἀλκέτα ἐγγόνων μηδὲ Λαρέ- |
| ται ἐφάψεσθαι τούτων μηδὲ τῶν γυναικῶν μηδὲ | |
| τῶν παιδίων μηδὲ Ἀσπαζάτιος, μηδὲ ἄγειν εἰς δου- | |
| λ̣είαν, μηδὲ τῶν ὑπαρχόντων αὐτοῖς παρελέσθαι μ̣η̣δ̣ὲ̣[ν] | |
| π̣[α]ρευρέσει μηδεμιᾶι μηδὲ ἄλλωι ὑπὲρ τούτων· εἰ δὲ μή, | |
| 20 | ἐλεύθεροί τε ἔστωσαν καὶ ὁ ἄγων εἰς δουλείαν ἀποτινέτω |
| καθ’ ἕκαστον vac. σ<ῶ>μα χρυσοῦς ἑκατὸν καὶ τῶι βασιλεῖ vac. | |
| ἄλλους ἑκατὸν ὑπὲρ ἑκάστου σώματος καὶ ἄν τι ἐκ̣ [τ]ῶ[ν] | |
| ὑπαρχόντων αὐτοῖς παρέληται, ἀποτινέτω τὴ̣ν ἀξί- | |
| αν διπλῆν οὗ ἂν παρέληται ἀπ’ αὐτῶν· εἰ δὲ μὴ παραμένω- | |
| 25 | σι μηδὲ ποιῶσιν ὅ τι ἂν Ἀττίνας προστάσσῃ καὶ αὐτοὶ καὶ α̣ἱ |
| γυναῖκες καὶ τ̣ὰ π̣α̣ι̣δ̣ί̣α̣, ἕως ἂν Ἀττίνας ζῆι, τῶι μὴ ποιοῦντ̣ι̣ | |
| ἄκυρος ἔστω ἡ̣ ἐλε̣υθ̣ερία αὖ· προστάτας δὲ ἡγοῦνται καὶ | |
| βασιλέα καὶ βασίλισσαν καὶ Μαχάταν τὸν Θεογένους | |
| καὶ τὰ παιδία αὐτοῦ vac. καὶ Ἄρχιππον καὶ Βακχύλον | |
| 30 | καὶ Δαμόγνητον καὶ Ἰασόνεικον. μάρτυρες |
| Αἰσχυλῖνος Ἀριστοκλείδου, vac. Γαιτέας Χαιρεκράτους, | |
| Μαχάτας Φιλίππου, Ἀλκέτας Μ[․c.6․․]ΟΙΚΟΥ | |
| [ὁ δεῖνα τοῦ δεῖνος], Παυσανίας Ἀσάνδρου. |