[ ]
Mak. (Bottiaia) — Beroia — ca. 100-150 AD — SEG 48.743
| 1 | [— — — — — — — — — — — —]ΑΝΘ[— — — —] |
| ἀπὸ τῆς Εὐιαστικῆς πύλης τὰ ἀμφοδικὰ ὕδα- | |
| τα σωλῆσι καινοῖς καὶ τὴν πρὸς τῷ κύθρῳ μαρ- | |
| μαρίνην κρήνην σὺν τῷ λοιπῷ αὐτῆς κόσμῳ | |
| 5 | καὶ τὸ πολύκρηνον τὸ ἐν τῇ ἀγορᾷ καὶ τ[ὸ π]ολ[ύκρη]- |
| νον τὸ ἐν τῷ Ἀσκληπεί[ῳ] καὶ τὸν ἐν τῇ ἀγορᾷ ἐξαγω[γὸν ἐ]- | |
| κ τῶν ἰδίων ἀποκατέστησεν [κ]αὶ τοὺς μερισμο̣[ὺς ὡς ἡ] π̣όλι[ς αὐτῷ] ἐ̣νέ- | |
| τυχε ἀνεμέτρησε, τὸ ἀπο̣[κεί]μενον ὕδωρ ἀνα[μετρ]ήσα̣[ς καὶ] ἐ̣ξ αὐ- | |
| τοῦ τὸ λεῖπον τοῖς βουλευτα̣[ῖ]ς̣ ἀπ̣οδούς, ὧν τὴ<ν> ἀ[ν]αγραφ[ὴν εἰ]ς τὸ | |
| 10 | vac. γραμματοφυλάκιον ἀπέθ̣ε̣[το]. |