[ ] Makedonia (Bottiaia) — Beroia — 1st third of the 2nd c. BC — SEG 27.261 — SEG 43.381 (face A) — Meletēmata 22,2 (1996) 75, 60
See also:
face A, front.1 ἐπὶ στρατηγοῦντος Ἱπποκράτου τοῦ
Νικοκράτου, vac. Ἀπελλαίου vac. ιθʹ. vac.
συναχθείσης ἐκκλησίας Ζώπυρος Ἀμύντου,
ὁ γυμνασίαρχος, Ἀσκληπιάδης Ἡρᾶ, Κάλλιππος
5 Ἱπποστράτου εἶπαν· ἐπεὶ καὶ αἱ ἄλλαι ἀρχαὶ πᾶσαι
κατὰ νόμον ἄρχουσιν καὶ ἐν αἷς πόλεσιν γυμνάσιά
ἐστιν καὶ ἄλειμμα συνέστηκεν οἱ γυμνασιαρχι%⁸⁰-
κοὶ νόμοι κεῖνται ἐν τοῖς δημοσίοις, καλῶς ἔχει καὶ πα-
ρ̣’ ἡμῖν τὸ αὐτὸ συντελεσθῆναι καὶ τεθῆναι ὃν δεδώ%⁸⁰-
10 καμεν τοῖς ἐξετασταῖς ἐν τῶι γυμνασίωι ἀναγραφέν-
τα εἰς στήλην, ὁμοίως δὲ καὶ εἰς τὸ δημόσιον· τού%⁸⁰-
του γὰρ γενομένου οἵ τε νεώτεροι μᾶλλον αἰσχυνθή-
σονται καὶ πειθαρχήσουσι τῶι ἡγουμένωι αἵ τε πρόσο-
δοι αὐτῶν ο̣ὐ̣ καταφθαρήσονται, τῶν αἱρουμένων ἀεὶ
15 γυμνασιάρ̣χ̣ων κατὰ τὸν νόμον ἀρχόντων καὶ ὑπευθύ%⁸⁰-
νων ὄντων. vac. ἔδοξεν τῆι πόλει τὸν γυμνασιαρχικὸν
νόμον ὃν εἰσηνέγκατο Ζώπυρος Ἀμύντου, ὁ̣ γυμνασί-
α̣ρ̣χος, Ἀσκληπιάδης Ἡρᾶ, Κάλλιππος Ἱπποστράτου κύ-
[ρ]ιον εἶναι καὶ τε̣θῆναι εἰς τὰ δη̣μόσια καὶ χρῆσθαι τοὺς
20 γυμνασιάρχους τούτωι, τεθῆναι δὲ α̣ὐ̣τὸν καὶ ἐν τῶι v
γυμνασίωι ἀναγραφέντα εἰς στήλην. ἐκυρώθη Περιτίου v
νουμηνίαι. v νόμος γυμνασιαρχικός. vac. ἡ πόλις αἱρείσθω
γυμνασίαρχον ὅταν καὶ τὰς ἄλλας ἀρχάς, μὴ νεώτερον ἐ%⁸⁰-
τῶν τριά[κοντα] μηδὲ πρεσβύτερον ἑξήκοντα, ὁ δὲ αἱρεθεὶς
25 γυμνασίαρχος ἀρ[χέ]τω ὀμόσας τὸν ὑπογεγραμμένον ὅρκον·
[ὀ]μν[ύ]ω Δία, Γῆν, Ἥλιον, Ἀπόλλω, Ἡρακλῆν, Ἑρμῆν· γυμνασιαρχήσω
κατὰ τὸν νόμον τὸν γυμνασιαρχικόν, ὅσα δὲ μὴ ἐν τῶι νό-
μωι γέγραπται γνώμῃ τῇ [ἐ]μαυτοῦ χρώμενος ὡς ἂν δύ%⁸⁰-
νωμαι [ὁ]σι<ώ>τατα καὶ δικαιότατα, οὔτε φίλωι χαριζόμενος οὔ-
30 τε ἐχθρὸν βλάπτων παρὰ τὸ δίκαιον καὶ τῶν ὑπαρχουσῶν
προσόδων τοῖς νέοις οὔτε αὐτὸς νοσφιοῦμαι οὔτε ἄλλωι
ἐπιτρέψω εἰδὼς τρόπωι οὐδὲ παρευρέσει οὐδεμιᾶι· εὐορ-
κοῦντι μέν μοι εἴη πολλὰ καὶ ἀγαθά, ἐφιορκοῦντι δὲ τἀναν-
τία· v ὁ δὲ [α]ἱρ[ε]θ[εὶ]ς γυμνασίαρχος, ὅταν εἰσπορεύηται εἰς
35 τὴν [ἀ]ρχ[ήν, ἀγαγὼν] τ[οῦ] Δίου μηνὸς τῆι νουμηνίαι ἐκκλησίαν
ἐν τῶι [γυμνασί]ωι προβαλεῖται ἄνδρας τρεῖς, οἵτινες χειροτονη-
θέντες καὶ ὀμόσαντες τὸν ὑπογεγραμμένον ὅρκον συνεπιβλέ-
ψονται τοὺς [νεωτέρ]ους καθὼς ἂν πρὸς [α]ὐτοὺς τάξωνται
καὶ [τ]ῶι γυμ[ν]ασι[άρχωι][κο]λουθήσουσιν καθ’ ἡμέραν ἐν τῶι γυ-
40 μνασ[ίωι — — — — — — —] τοῦ γυμνασιάρχου μεθ’ ὧν δεήσε[ι]
[κ]αὶ τὴν [— — —]ΕΓΔΙΔΟ[— — —] τῆι δὲ ὑστέραι τοῦ Δίου προσπαρα-
[— — — — — — — — — — — — — —]ΑΙ πολιτάρχας καὶ ἐξεταστὰς
[— — — — — — —] τὸ γ[υμν]άσιον μετὰ τῶν προειρημένων ἀνδρῶν
[— — — — — — — — — — — — — — —] τὸ ἀποταγὲν ὑπὸ τούτων δ[ι]-
45 [δ]ῶται ἀπὸ τῶν πρ[ο]σόδων ὧν ἀναλαμβάνῃ εἰς τὸ ἄλειμμα καὶ οὕτως
[ἐκ τ]ΟΥΚΑΤΑΛΕΙΠΟΥ[— — — — —] ἐὰν δέ τις μὴ ποιήσῃ τῶν προειρη-
μένων, ἀποτινέτω [— — — ἡ δὲ] πρᾶξις γινέσθω διὰ τοῦ πολι-
τικοῦ πράκτορος [παραγραψάντων] τῶν ἐξεταστῶν, ἐὰν δὲ μὴ παρα-
[γράψωσιν, ἀποτινέτωσαν καὶ οὗτοι τὸ ἴσον ἐπίτιμον καὶ τῶι ἐγδικασ]αμέ-
50 [νωι διδόσθω τὸ τρίτον μέρος — — — — — — — —]. ξύλων παρασκευή. ὑ[․․․․]
[— — —] μετὰ τῶν ἐξε[τ]αστ[ῶν] Α[— —]ΝΑ[— —]ντων ἀνδρῶν καὶ μὴ πλεί[․․․]
[— — — — — — — — — — — — — — — — — — — τὰς ὑπαρχ]ούσας κτήσε[ις]
[— — — — — — — — — — — — — — — — — — — — — —]ΟΣΟΔΙΟΝΩΣΑΡΧΩΙΚΑ[․]
[— — — — — — — — — — — — — — — — — — — — — — — δί]κῃ κρίνων
55 [— — — — — — — ὀμνύομεν Δία, Γῆν], Ἥλιον, Ἀπόλλω, Ἡρακλ[ῆν],
[Ἑρμῆν — — — — — — — — — — — — — — — — — — — — — — — —]ΧΟΙ[․․]Ε
[— — — — — — — — — — — — — γνώμηι τῆι ἡμῶν αὐτῶν] χρώμενο[ι]
[ὡς ἂν δυνώμεθα ὁσιώτατα καὶ δικαιότατα — — — — — — — — — —]μένων
[— — — — — — — — — — — — — — οὐδὲ τῶν ὑπα]ρχου[σῶν προσ]όδων
60 [τοῖς νέοις νοσφιούμεθα, οὔτε φίλωι χαριζόμενοι] οὔτε ἐχθρὸν βλάπτον-
[τες παρὰ τὸ δίκαιον τρόπωι οὐδὲ παρευρέσει οὐδεμιᾶι]· εὐορκοῦσιν μὲν ἡ-
[μῖν εἴη πολλὰ καὶ ἀγαθά, ἐφιορκοῦσιν δὲ τἀναντία — —]Σ παίδων ὁ δὲ α[ἱ]-
[ρεθεὶς γυμνασίαρχος — — — — — — — — — — — — — — — — — — — — — —]
                                     {²c. 44 versus sequuntur
face B, back.1 ἐ̣πεγδύεσθαι δὲ μηθενὶ ἐξέστω τῶν ὑπὸ τὰ τριάκοντα ἔτη
τοῦ σημείου κειμένου, ἐὰν μὴ ὁ ἀφηγούμενος συνχωρήσηι· vac.
ὅ̣ταν δὲ τὸ σημεῖον ἀρθῆι μηδὲ ἄλλωι μηθενί, ἐὰν μὴ ὁ ἀφηγούμε-
ν̣ος συνχωρήσῃ, μηδὲ ἐν ἄλλῃ παλαίστραι ἀλειφέσθω μηθεὶς ἐν τῇ
5 αὐτῆι πόλει· εἰ δὲ μή, κωλυέτω ὁ γυμνασίαρχος καὶ ζημιούτω δρα-
χ̣μ{ν}αῖς {²⁶δραχμαῖς}²⁶ πεντήκοντα· ὃν ἂν δὲ καταστήσῃ ὁ γυμνασίαρχος ἀφηγεῖ-
σ̣θαι, τούτωι πειθαρχείτωσαν πάντες οἱ φοιτῶντες εἰς τὸ γυμνά-
[σ]ιον, καθάπερ καὶ τῷ γυμνασιάρχῃ γέγραπται· τὸν δὲ μὴ πειθαρχοῦν-
τ̣α, τὸν μὲν ὑπὸ τὴν ῥάβδον μαστιγούτω ὁ γυμνασίαρχος, τοὺς v
10 δ̣ὲ̣ ἄλλους ζημιούτω. vac. ἀκοντίζειν δὲ καὶ τοξεύειν μελετάτωσαν οἵ
τε ἔφηβοι καὶ οἱ ὑπὸ τὰ δύο καὶ εἴκοσιν ἔτη καθ’ ἑκάστην ἡμέραν, ὅταν
ο̣ἱ̣ παῖδες ἀλείψωνται, ὁμοίως δὲ καὶ ἐὰν ἕτερόν τι ἀναγκαῖον φαίνη-
τ̣αι τῶν μαθημάτων. vac. περὶ παίδων· εἰς τ̣ο̣ὺ̣ς παῖδας μὴ εἰσπορευ-
έ̣σθω τῶν νεανίσκων μηθείς, μηδὲ λαλείτω τοῖς παισίν, εἰ δὲ μή, ὁ γυ-
15 μνασίαρχος ζημιούτω καὶ κωλυέτω τὸν ποιοῦντά τι τούτων· ἁπαν-
τάτωσαν δὲ καὶ οἱ παιδοτρίβαι ἑκάστης ἡμέρας δὶς εἰς τὸ γυμνάσιον
τὴν ὥραν ἣν ἂν ὁ γυμνασίαρχος ἀποδείξῃ, ἐὰν μή τις ἀρρωστήσῃ v
ἢ̣ ἄλλη τις ἀναγκαία ἀσχολία γένηται· εἰ δὲ μή, ἐμφανισάτω τῶι γυ%⁸⁰-
μ̣νασιάρχῃ· ἐὰν δέ τις δοκῆι ὀλιγωρεῖν τῶν παιδοτριβῶν καὶ μὴ παραγίνε-
20 σ̣θαι τὴν τεταγμένην ὥραν ἐπὶ τοὺς παῖδας, ζημιούτω αὐτὸν καθ’ ἡμέ-
[ρ]α̣ν δραχμαῖς πέντε· κύριος δὲ ἔστω ὁ γυμνασίαρχος καὶ τῶν v
π̣αίδων τοὺς ἀτακτοῦντας μαστιγῶν καὶ τῶν παιδαγωγῶν, v
ὅσοι ἂν μὴ ἐλεύθεροι ὦσιν, τοὺς δὲ ἐλευθέρους ζημιῶν· ἐπαναγ̣-
κ̣αζέτω {ι} δὲ καὶ τοὺς παιδοτρίβας ποιεῖσθαι ἀπόδειξιν τῶν παῖδων v
25 [τ]ρὶς ἐν τῶι ἐνιαυτῶι κατὰ τετράμηνον καὶ καθιστάτω αὐτοῖς κριτάς,
[τ]ὸν δὲ νικῶντα στεφανούτω θαλλοῦ στεφάνωι. v οἷς οὐ δεῖ μετεῖ-
ν̣α̣ι τοῦ γυμνασίου· μὴ ἐγδυέσθω δὲ εἰς τὸ γυμνάσιον δ̣[ο]ῦ̣[λ]ο̣ς μηδὲ ἀπε-
[λ]εύθερος μηδὲ οἱ τούτων υἱοὶ μηδὲ ἀπάλαιστρος μ̣η̣δὲ ἡτα̣ι̣ρευκὼς μη-
[δ]ὲ̣ τῶν ἀγοραίαι τέχνῃ κεχρημένων μηδὲ μεθύων μηδὲ μαινόμενος· ἐὰν
30 [δ]έ τινα ὁ γυμνασίαρχος ἐάσῃ ἀλείφεσθαι τῶν διασαφουμένων εἰδώς,
[ἢ] ἐνφανίζοντός τινος α̣ὐτῶι καὶ παραδείξαντος, ἀποτινέτω δραχμὰς
χ̣ιλίας, ἵνα δὲ καὶ εἰσπραχθῆι, δότω ὁ προσαγγέλλων ἀπογραφὴν τοῖς ἐξε%⁸⁰-
[τ]α̣σταῖς τῆς πόλεως, οὗτοι δὲ παραγραψάτωσαν τῶι πολιτικῶι πράκτορι· ἐ%⁸⁰-
[ὰ]ν̣ δὲ μὴ παραγράψωσιν ἢ ὁ πράκτωρ μὴ πράξῃ, ἀποτινέτωσαν καὶ οὗτοι τὸ ἴσον
35 [ἐ]π̣ίτιμον καὶ τῶι ἐγδικασαμένωι διδόσθω τὸ τρίτον μέρος· ἐὰν δὲ δοκῇ ἀδίκως
[π]αραγεγράφθαι ὁ γυμνασίαρχος, ἐξέστω αὐτῶι ἀντείπαντι ἐν ἡμέραις
[δ]έκα διακριθῆναι ἐπὶ τοῦ καθήκοντος δικαστηρίου· κωλυέτωσαν δὲ καὶ οἱ
ἐ̣π̣ιγινόμενοι γυμνασίαρχοι τοὺς δοκοῦντας παρὰ τὸν νόμον ἀλείφεσθαι·
[εἰ] δὲ μή, ἔνοχοι ἔστωσαν τοῖς αὐτοῖς ἐπιτίμοις. vac. μὴ ἐξέστω δὲ τὸν γυμνα-
40 [σί]αρχον ἐν τῶι γυμνασίωι κακῶς εἰπεῖν μηθενί, εἰ δὲ μή, ζημιούτω αὐτὸν δρα%⁸⁰-
[χ]μ̣αῖς πεντήκοντα· ἐὰν δέ τις τύπτῃ τὸν γυμνασίαρχον ἐν τῶι γυμνασίωι v
[κ]ωλυέτωσαν οἱ παρόντες καὶ μὴ ἐπιτρεπέτωσαν, καὶ ὁμοίως ζημιούτω
τ̣ὸν τύπτοντα δραχμαῖς ἑκατὸν καὶ χωρὶς ὑπόδικος ἔστω αὐτῶι κατὰ τοὺς
[κ]οινοὺς νόμους· καὶ ὃς ἂν τῶν παρόντων μὴ βοιηθήσῃ δυνατὸς ὤν, ζημιού-
45 [σ]θω δραχμαῖς πεντήκοντα. vac. περὶ Ἑρμαίων· ποιείτω δὲ ὁ γυμνασίαρχος τὰ Ἑρ%⁸⁰-
[μ]αῖα τοῦ Ὑπερβερεταίου μηνὸς καὶ θυέτω τῶι Ἑρμεῖ καὶ προτιθέτω ὅπλον καὶ v
ἄ̣λλα τρία εὐεξίας καὶ εὐταξίας καὶ φιλοπονίας τοῖς ἕως τριάκοντα ἐτῶν v
τ̣οὺς δὲ κρινοῦντας τὴν εὐ<ε>ξίαν {⁴ΕΥΤΑΞΙΑΝ}⁴ ἀπογραφέτω ὁ γυμνασίαρχος τῶν ἐκ τοῦ
[τ]όπου ἄνδρας ἑπτὰ καὶ τούτους κληρωσάτω καὶ τοὺς λαχόντας τρεῖς ὁρκισάτω
50 [τ]ὸν Ἑρμῆν δικαίως κρινεῖν, ὃς ἂν αὐτῶι δοκῆι ἄριστα τὸ σῶμα διακεῖσθαι οὔτε χάρι-
τ̣ος ἕνεκεν οὔτε ἔχθρας οὐδεμιᾶς· ἐὰν δὲ οἱ λαχόντες μὴ κρίνωσιν
[μ]ηδὲ ἐξομόσωνται ἀδύνατοι εἶναι, κύριος ἔστω ὁ γυμνασίαρχος ζημιῶν
τὸν ἀπειθοῦντα δραχμαῖς δέκα καὶ ἐκ τῶν λοιπῶν ἀντὶ τοῦ ἐνλείποντος
ἀ̣ποκληρωσάτω· τῆς δὲ εὐταξίας καὶ φιλοπονίας ὀμόσας ὁ γυμνασίαρχος
55 τὸν Ἑρμῆν κρινάτω τῆς εὐταξίας, ὃς ἂν αὐτῶι δοκῆι εὐτακτότατος εἶναι v
[τ]ῶν ἕως τριάκοντα ἐτῶν, τῆς δὲ φιλοπονίας, ὃς ἂν αὐτῶι δοκῆι φιλοπονώτατα
ἀ̣λεῖφθαι ἐν τῶι ἐνεστῶτι ἐνιαυτῶι τῶν ἕως τριάκοντα ἐτῶν· οἱ δὲ νικήσαντες
[ἐ]κείνην τὴν ἡμέραν στεφανηφορείτωσαν καὶ ἐξέστω ταινιοῦν τὸν βουλόμενον·
[π]ο̣ιείτω δὲ καὶ λαμπάδα ἐν τοῖς Ἑρμαίοις τῶν παίδων καὶ τῶν νεανίσκων· ἡ δὲ εἰς τὰ
60 [ὅ]πλα δαπάνη γινέσθω ἀπὸ τῶν ὑπαρχουσῶν προσόδων. vac. ἀγέτωσαν
δὲ τὰ Ἑρμαῖα κ̣α̣ὶ̣ οἱ ἱεροποιοὶ λανβάνοντες παρ’ ἑκάστου τῶν φοιτώντων v
[ε]ἰς τὸ γυμνάσιον μὴ πλεῖον δραχμῶν δύο καὶ ἱστιώντων ἐν τῶι γυμνασίωι ἀν̣[α]%⁸⁰-
δ̣ε̣ικνύτωσαν δὲ ἀνθ’ αὑτῶν ἑτέρους οἵτινες εἰς τοὐπιὸν ἱεροποιήσουσιν Ἑ̣[ρ]-
[με]ῖ, συντελείτωσαν δὲ τὴν θυσίαν τῶι Ἑρμεῖ καὶ οἱ παιδοτρίβαι ὅταν καὶ οἱ ἱεροποιοί, vac.
65 [λ]αμβάνοντες παρὰ τῶν παίδων μὴ πλεῖον δραχμῆς παρ’ ἑκάστου καὶ ποιείτωσαν v
μ̣ε̣ρίδας τῶν θυθέντων τὰ κρέα ὠμά, οἱ δὲ ἱεροποιοὶ καὶ ὁ γυμνασίαρχος ἀκρόαμα v
μ̣η̣θὲν παραγέτωσαν εἰς τὸν πότον. vac. τὰ δὲ ἆθλα, ἃ ἂν λαμβάνωσιν οἱ νικῶντες,
ἀ̣νατιθέτωσαν ἐπὶ τοῦ εἰσιόντος γυμνασιάρχου ἐμ μησὶν ὀκτώ· εἰ δὲ μή, ζημιού-
τω αὐτοὺς ὁ γυμνασίαρχος δραχμαῖς ἑκατὸν καὶ τοὺς λυμαγωνοῦντας καὶ μὴ δι-
70 κ̣αίως ἀγωνιζομένους τοὺς ἀγῶνας κύριος ἔστω ὁ γυμνασίαρχος μαστιγῶν καὶ
ζημιῶν, ὁμοίως δὲ καὶ ἐάν τις νίκην ἑτέρωι παραδῶι. v λαμπαδαρχῶν αἵρεσις·
α̣ἱρείσθω δὲ ὁ γυμνασίαρχος τῶν ἐκ τοῦ τόπου λαμπαδάρχας τρεῖς ἐν τῶι
Γ̣ορπιαίῳ μηνί, οἱ δὲ αἱρεθέντες παρεχέτωσαν ἔλαιον τοῖς νεανίσκοις ἕκαστος
[ἡ]μέρας δέκα· αἱρείσθω δὲ καὶ τῶν παίδων λαμπαδάρχας τρῖς, οἱ δὲ αἱρεθέντες παρεχέ-
75 τ̣ω{ι}σαν {²⁶παρεχέτωσαν}²⁶ ἔλαιον τὰς ἴσας ἡμέρας, ἐὰν δέ τις ἀντιλέγῃ τῶν αἱρεθέντων ἢ πατὴρ αὐ-
[τ]οῦ ἢ ἀδελφοὶ ἢ ὀρφανοφύλακες, ὡς οὐ δυνατός ἐστιν λαμπαδαρχεῖν, ἐξομοσάσθω ἐ-
ν̣ ἡμέραις πέντε ἀφ’ ἧς ἂν αἱρεθῆι· ἐὰν δὲ μὴ λαμπαδαρχῆι ἢ μὴ ἐξομόσηται, ἀποτινέ-
τ̣ω ὁ αἱρεθεὶς δραχμὰς πεντήκοντα καὶ ὁμοίως ἀλειφέτω καὶ λαμπαδαρχείτω· ὡσαύ-
τ̣ως δὲ καὶ ἐὰν ὁ ἐξομοσάμενος φανῇ μὴ δεόντως ὀμωμοκέναι, ἐλενχθεὶς ὑπὸ τοῦ
80 γ̣υμνασιάρχου καὶ τῶν νέων, ἀποτινέτω δραχμὰς πεντήκοντα καὶ ὁμοίως ἀ%⁸⁰-
ν̣αγκαζέσθω τιθέναι τὸ ἄλειμμα καὶ λαμπαδαρχεῖν· ἀντὶ δὲ τοῦ δικαίως ἐξομο-
σ̣αμένου ἄλλον ἀποδεικνύτω ὁ γυμνασίαρχος, ποιείτω δὲ τὴν τῶν παίδων λαμ-
π̣άδα ἐκ τῶν φοιτώντων, οἳ ἂν αὐτῶι δοκῶσιν ἐπιτήδειοι εἶναι, ὁμοίως δὲ καὶ τῶν νε-
α̣νίσκων. vac. ὑπὲρ βραβευτῶν· καθιστάτω δὲ ὁ γυμνασίαρχος βραβευτάς, οἳ ἂν αὐτῶι
85 δ̣οκῶσιν ἐπιτήδειοι εἶναι, ἔν τε τῆι λαμπάδι τῶν Ἑρμαίων καὶ τῶι μακρῶι δρόμωι καὶ ἐν v
τ̣οῖς λοιπ̣οῖς ἀγῶσιν· ἐὰν δέ τις ἐνκαλῆι τινὶ τῶν βραβευτῶν φάσκων ἠδικῆσθαι ὑπό τι-
ν̣ος εὐθυνέτω αὐτὸν κατὰ τοὺς κοινοὺς νόμους. vac. κυριευέτω δὲ ὁ γυμνασίαρχος
τ̣ῶν προσόδων τῶν ὑπαρχουσῶν τοῖς νέοις καὶ ἀπὸ τούτων ἀναλισκέτω· ὅταν δὲ
[ἐ]ξέλθῃ ἐκ τῆς ἀρχῆς, τὸ πλῆθος τῆς προσόδου καὶ εἴ τι ἐκ τῶν ζημιῶν ἢ εὐθυνῶν εἰ-
90 [σ]επράχθη {ι} καὶ τὸ ἀπὸ τούτων ἀναλωθὲν ἀναγράψας εἰς σανίδα ἐκθέτω ἐν τῶι γυμνασί-
ωι ἐν μηνὶ Δίωι τοῦ εἰσιόντος ἔτους, τοῖς δὲ ἐξετασταῖς τῆς πόλεως κατὰ τετράμη%⁸⁰-
νον ἀποδιδότω καὶ ἐξέστω, ἐάν τινες βούλωνται, μετὰ τούτων συνεγλογίζεσθαι
α̣ὐ̣τόν· τὸ δὲ περιὸν τῆς προσόδου ἀποδιδότω τῶι μεθ’ αὑτὸν γυμνασιάρχηι ἐν ἡμέραις
[τ]ριάκοντα, ἀφ’ ἧς ἂν ἡμέρας ἐκ τῆς ἀρχῆς ἀπολυθῆι· ἐὰν δὲ μὴ ἀποδῶι τοὺς λόγους ἢ τὰ
95 π̣ε̣ριόντα καθ’ ἃ γέγραπται, ἀποτινέτω τοῖς νέοις δραχμὰς χ%⁸⁰ιλίας καὶ πραξάτω αὐτὸν ὁ v
[π]ολιτικὸς πρά<κ>τωρ παραγραψάντων τῶν ἐξεταστῶν καὶ ὁμοίως τὸν λόγον ἀποδότω καὶ v
τ̣ὰ περιόντα. v ὁ δὲ τὴν τοῦ γλοιοῦ πρόσοδον v ἀγοράσας παρεχέσθω τὴν τοῦ παλαιστρο-
[φ]ύλακος χρείαν, ποιῶν τὰ προστασσόμενα ὑπὸ τοῦ γυμνασιάρχου, ὅσα καθῆκεν ἐν τῶι
[γ]υμνασίωι· ἐὰν δὲ μὴ πειθαρχῇ ἢ ἀτακτῇ τι μαστιγούσθω ὑπὸ τοῦ γυμνασιάρχου. vac. ἐὰν δέ
100 [τ]ις κλέψῃ τι τῶν ἐκ τοῦ γυμνασίου, ἔνοχος ἔστω ἱεροσυλίαι δίκῃ νικηθεὶς ἐπὶ τοῦ καθή-
[κ]οντος δικαστηρίου. vac. ταῖς δὲ ζημίαις ἁπάσαις ἐπιγραφέτω τὴν αἰτίαν ὁ γυμνασίαρχος δι’ [ἣν]
[ἐζ]ημίωσεν κα̣[ὶ] ἀ̣ν̣ακηρυσσέτω ἐν τῶι γυμνασίωι καὶ ἐκτιθέτω τοὺς ἐζημιωμένους π[άν]-
[τα]ς ἐν λευκώματι καὶ παραγραφέτω τῶι πολιτικῶι πράκτορι, ὁ δὲ πράκτωρ εἰσπράξας ἀποκ̣[α]-
[τ]α̣στησάτω τῶι ἐνεστῶτι γυμνασιάρχωι· ἐὰν δέ τις φήσῃ μὴ δικαίως ἐζημιῶσθαι ἐξέ-
105 [σ]τ̣ω ἀντείπαντι αὐτῶι διακριθῆναι ἐπὶ τῶν καθηκόντων ἀρχείων καί, ἐὰν ν〚ε〛ικήσῃ {²⁶νικήσῃ}²⁶ τῆι κρίσει ὁ ζη-
[μ]ιωθείς, ἀποτινέτω ὁ γυμνασίαρχος τὸ ἡμιόλιον τῶι νικήσαντι, προσαποτινέτω τὸ ἐπίπεμ%⁸⁰-
π̣τον καὶ ἐπιδέκατον. vac. εὐθυνέτω δὲ τὸν γυμνασίαρχον ὁ βουλόμενος ὅταν ἐξέλθῃ αὐτῶι ὁ
ἐ̣νιαυτός, ἐμ μησὶν εἴκοσι τέσσαρσιν, αἱ δὲ περὶ τούτων κρίσεις γινέσθωσαν ἐπὶ τῶν καθηκόν-
τ̣ων δικαστηρίων. vacat
                                                          vacat
110 παρὰ τῶν πολιταρχῶν. v τοῦ ψηφίσματος· "οὔ" εἷς.
Search Help
Contact Us