[ ] Lesbos — Mytilene — stoich. — mid-4th c. BC
1 — — — — — —Ε[— — — — — — — — — ὄττι]
[δέ κε αἰ] πόλις [ἀμ]φότ[εραι ․․․․․․․․․․]
[․․․․․] γράφωισι εἰς τὰ[ν στάλαν ἢ ἐκκ]-
[ολάπ]τωισι, κύ[ρ]ιον ἔστω. [τὸν δὲ κέρναν]-
5 [τα τὸ] χρύσιον ὐπόδικον ἔ[μμεναι ἀμφο]-
[τέρ]αισι ταῖς πολίεσσι· δι[κάσταις δὲ]
[ἔμ]μεναι τῶι μὲν ἐμ Μυτιλήναι [κέρναν]-
[τι] ταὶς ἄρχαις παίσαις ταὶς ἐμ Μ[υτιλ]-
[ή]ναι πλέας τῶν αἰμίσεων, ἐμ Φώκαι δὲ τ-
10 αὶς ἄρχαις παίσαις ταὶς ἐμ Φώκαι πλ[έ]-
ας τῶν αἰμίσεω[ν]· τὰν δὲ δίκαν ἔμμεναι
ἐπεί κε ὠνίαυτος ἐξέλθηι ἐν ἐξ μήννε<σ>-
σι· αἰ δέ κε καταγ[ρέ]θηι τὸ χρύσιον κέρ-
ναν ὐδαρέστερον θέλων θανάτωι ζαμι-
15 ώσθω, αἰ δέ κε ἀπυφ[ύ]γηι μ[ὴ] θέλω<ν> ἀμβρ[ό]-
την, τιμάτω τ[ὸ] δικαστήριον ὄττι χρὴ α-
ὖτ<ο>ν πάθην ἢ κατθέ[μ]εναι, ἀ δὲ πόλις ἀναί-
τιος καὶ ἀζάμιος [ἔσ]τω. ἔλαχον Μυτιλή-
ναοι πρόσθε κόπτην. ἄρχει πρότανις ὀ
20 πεδὰ Κόλωνον, ἐΦ]ώκαι δὲ ὀ πεδὰ Ἀρίσ[τ]-
αρχον.
Search Help
Contact Us