[ ] Saronic Gulf — Aigina — 158-144 BC
1 ἀγαθῆι τύχηι· δεδ[όχθ]αι τ̣εῖ βουλεῖ καὶ τ̣ῶι δή̣μωι·
τοῦ δήμου πᾶσιν μὲν τοῖς ἀπεσταλμένοις ἐπὶ τὴ̣ν [πό]-
λιν πεπειθαρχηκότος τε καί, ἐφ’ ὅσον ἦν δυνατόν, κατηκ[ο]-
λουθηκότος ταῖς ἑκάστων αὐτῶν βουλήσεσιν, καταχ-
5 θέντος δὲ καὶ Κλέωνος τῶν τοῦ βασιλέως Ἀττάλο[υ]
φιλαδέλφου σωματοφυ[λ]άκων καὶ μείναντος ἔτ[η δε]-
καὲξ καὶ ἐν τούτοις ἀπόδε[ι]ξ̣[ι]ν πεποιημένου τῆ̣[ς] π[ραγ]-
ματικῆς καὶ τῆς κατὰ τὸν βίον εὐταξίας, ἴσως <δ>ὲ καὶ δ[ικαίως]
προσενηνεγμένου πᾶσιν μετὰ τῆς πάσης καθαρει[ότη]-
10 τος, οὐ<δ>ὲν ἐφελκο[μέ]νου τῶν ἰδιωτικῶν οὐδ’ ἀπ’ ὀρθῆς, [κ]ἂν(?)
μετ’ ἐξουσίας, θέλ[οντ]ος πράττειν, ἀλλὰ τὰ μὲν πλεῖστα [πει]-
ρωμένου συλλύειν, τοὺς δὲ μ[ὴ] συλλυομένους ἀναπένπον[τος]
ἐπὶ τὰ καλῶς καὶ δικαίως νενομοθετημένα ἡμῖν ὑπὸ τῶ[ν βα]-
σιλέων κατά τε τὰ εἰς̣ ․․#⁷․․․ομον κεχ̣ρηματισμένα π[ροσ]-
15 τάγματα καὶ τοὺς νμους, [ὅ]π̣ω̣ς̣ καὶ τῶι ἀσθενεστάτωι [πρὸς]
τὸν δυνατώτατον [καὶ] τῶι δημοτικωτάτωι πρὸς τὸν εὐπορ̣[ώ]-
τατον ἡ ἴση ὑπάρχ̣[ῃ δικ]α̣ιοδ̣οσ̣[ί]α, τῶν τε ἀπ̣ενενχθεισ[ῶν]
ἐν τούτοις τοῖς ἔ̣[τεσι] δικ[ν τ]ὰ̣ς μὲν πλείσ̣τας εἰς σύλ[λυ]-
σιν ἀγηγοχώ[ς, τὰς δὲ ἐπ’] α̣ὐ[τὸν ἀ]νενεγχθείσας διεξαγη[γο]-
20 χὼς ὥστε καὶ [μάλ]α [το]ς τὰς δίκας ἔχοντας εὐδοκεῖν, τ[ήν]
τε ἄλλην ἀναστ[ροφὴν πε]ποιη[μ]έ̣νος εὐσχημόνως καὶ ἀξ̣[ί]-
ως τοῦ τε βασιλέως καὶ τ[ς] πόλεως, κακοῦ μὲν εἰς τὸ δυν[α]-
τὸν οὐθενὶ βουληθεὶς παραί[τι]ος γίνεσθαι, ἀ̣γαθοῦ δὲ κατ[ὰ τὸ]
δίκαιον καὶ κοινῆ<ι> καὶ [ἰ]δία[ι ἑκ]στωι, κα<θ>ηκολουθηκ[ὼς]
25 ἧ<ι> ἔχοντες οἱ βασιλεῖς [ἡ]μῶν [δι]α̣τελοῦσιν πρὸς τὴν πό[λιν]
προαιρέσει εὐαπάντ[ητο]ς γινόμενος τοῖς τε κατὰ τ[ν πό]-
λιν κα τοῖς παραγινο[μένο]ις παρὰ τοῦ βασιλέως καὶ τῶ[ν]
[ξ]ένων τοῖς παρεπιδη̣[μοῦσι]· δι’ ἃ καὶ πλειονάκ[ι]ς ὁ δῆμο[ς ἠ]-
[ξ]ίου τοὺς βασιλεῖς μετ πρεσβείας, ὡς μέγιστον αὐτῶ[ν]
30 χαριουμένων τῶι [δήμωι], ἐὰν ἐπιχωρήσωσιν μέν[ειν] αὐτὸ[ν]
[ἐ]πὶ τῆς πόλεως· διά τε δὴ ταῦτα καὶ διὰ τὸ εἰς τ τοῦ βασι-
λέως πράγματα [καλῶς] καὶ δικαίως ἀνεστρφθαι, [ὥσπ]ε[ρ καὶ]
[ἐ]ν τοῖς ἄλλοις π[ᾶσιν, μετὰ] καλοκἀγαθίας καὶ δικαιοσ[ύ]-
[ν]ης #⁵⁶ δεδχθ[αι τῆι] βουλῆι καὶ τῶι δή̣μωι παινέσαι Κλέωα]
35 [Στ]ρ̣ατάγου̣ Π[εργ]αμ(?)[ην]όν, [τὸν προσ]τά[την] τῆς πόλεως, καὶ τ[ι]-
μσαι χρυσ[ῶι] σ[τεφάνωι καὶ] εἰκόνι χαλκῆι ἀρετῆς ἕνεκεν [καὶ]
[εὐ]νοίας, ἣν ἔχ[ων δι]ατελε[ῖ καὶ εἰς] τὸν βασιλέα Εὐμνη καὶ τ[ὸν]
[βα]σιλέα Ἄττ[αλο]ν [φ]ιλάδε[λφον] καὶ τν βασίλισ[σα]ν Στρατο[νί]-
[κη]ν καὶ Ἄττ̣αλο[ν υἱὸν] βα[σιλέω]ς Ε[ὐμ]ένου καὶ τὸ[ν] δ[ῆμ]ον τ[ὸν Αἰ]-
40 [γιν]ητῶν καὶ ἀνα[γορεύειν ταῦτα] Ἀτταλείων κα[ὶ] Εὐμενε̣[ί]-
ων καὶ Νικηφορίων θυ[μελικῶι]γ(?)[ῶνι κ]αὶ Διονυσί[ω]ν τρα̣γ<ῳ>δος [καὶ]
τὴν ἐπιμέλειαν ἑ[κάστοτε ε]να[ι τῶν ἐν ἀ]ρ̣χεῖ ὄντω[ν] στρατηγῶν. [εἶ]-
ναι δὲ αὐτὸν καὶ πολί[την καὶ] ἐκ̣[γόνου]ς̣ [α]ὐτοῦ καὶ [ἐγγρ]άψασθαι
φυλῆς καὶ δήμου, οὗ ἂν [βούλη]ται, ὑπάρχ̣ε̣ιν δὲ αὐ[τ]ῶι κα<ὶ> σίτη-
45 [σ]ιν ἐν πρυτανείωι διὰ βίου. τὸν δὲ γραμμα[τέα τ]οῦ δήμου ἀναγράψαι
[ἐς σ]τήλην, ἣν σταθῆναι ἐν τῶι Ἀτταλείωι, τὸ δὲ γενόμενον ἀνάλ[ω]-
[μα] εἴ̣[ς] τε τὴν ἀναγραφὴν καὶ τὴν νάθεσιν [μ]ερίσαι [τὸ]ν ταμίαν, τῆς
[δὲ] ἀναθέσεως τὴν ἐπιμέλεια[ν] ποιήσασθ[αι] τοὺς στρατηγούς, ἵ-
[ν]α τούτων συντελουμένων [φ]ανερὸς ἦι ὁ δμος καταξίως τιμή̣-
50 [σ]ων κατὰ τὴν ἑαυτοῦ δύν̣αμ[ιν] τοὺς ἀξως μὲν τοῦ βασιλέως,
[κ]α̣λῶς δὲ καὶ δικαίως προσφερομένους ἑαυτῶι. ἀναπέμψαι δ [τό]-
[δε τὸ] ψ̣[ή]φισμα τοὺς στρατηγοὺς πρὸς τὸν βασιλέα, ἵνα μετὰ τῆς ἐ-
κείν[ο]υ γνώμης συντελῆται τὰ ἐψηφισμένα.
                           vacat
54                      ἡ βουλή,
55                      ὁ δῆμος
                     Κλέωνα
                     Στρατάγου
                    Περγαμηνόν.
                           vacat
Search Help
Contact Us