[ ]
Mak. (Derriopos) — Styberra (Čepigovo) — 95 AD — M. Dimitsas, Makedonia (1896) 258 — Spomenik 71 (1931) 185, 500
| 1 | παρὰ Φιλίππου τοῦ Ποσιδίππου, Ὀρέστου |
| τοῦ Ὀρέστου, Π<α>ραμόνου τοῦ Μ<ι>κίνου, τῶν ἀποκλη- | |
| ρωθέντων προέδρων, δόγματος ἀναγραφή· τῇ κα̣ʹ | |
| τοῦ Δαισίου μηνὸς τοῦ γ#⁵⁶μσ ἔτους· τῶν | |
| 5 | περὶ Βάρβαρον Φιλίππου ἐν Δερριόπῳ πολι- |
| ταρχῶν συναγαγόντων τὸ βουλευτήριον | |
| κὲ Φίλωνος τοῦ Κόνωνος ποησαμένου λό- | |
| γους περ<ὶ> Μ(άρκου) Οὐεττίου Φίλωνος τοῦ θείου | |
| κὲ προσανγείλαντος ὅτι κὲ πρῴ<η>ν τὴν ἑαυτοῦ πα- | |
| 10 | τρ<ί>δα ἐτείμησε μεγάλως κὲ τελευτῶν οὐδὲ τῆς |
| κατὰ τὴν βουλὴν τε<ι>μῆς ἠμέλησεν, ἀλλ’ ἀφῆκεν | |
| αὐτῇ κατὰ διαθήκην δ(ηνάρια) ͵αφʹ, ἐφ’ ᾧ ἐκ τῶν κατ’ ἐ- | |
| νιαυτὸν ἐξ αὐτῶν γεινομένων vac. τόκων | |
| ἡμέραν ἄγουσα Οὐεττίου Βωλανοῦ ἑορτά- | |
| 15 | σιμον εὐωχῆται τῇ πρὸ δεκατεσσάρων |
| καλανδῶν Νοεμβρίων· ἔδοξεν τῇ βουλῇ | |
| τὴν τοῦ ἀνδρὸς σεμνότητα κὲ βούλησιν | |
| ἀποδέξασθαι ἐπί τε ταῖς ὑπ’ αὐτοῦ κατὰ | |
| τὴν διαθήκην γεγραμμέναις αἱρέσεσιν, | |
| 20 | τὸ τ’ ἀργύριον λαβεῖν καὶ κατ’ ἐνιαυτὸν ἄγειν |
| τὴν τοῦ Οὐεττίου Βωλανοῦ ἑορτάσιμον ἐκ | |
| τῶν τόκων ἡμέραν καὶ μήτε τοῦ προγεγραμμέ- | |
| νου κεφαλαίου ἀπαναλίσκειν τι εἰς ἑτέραν | |
| χρείαν μήτε τοῦ κατ’ ἐνιαυτὸν γινομένου τό- | |
| 25 | κου, ἀλλ’ ὡς ὁ δοὺς Φίλων ἠθέλησεν· τό τ’ ἀρ- |
| γύριον ἠριθμήσατο καὶ παρέλαβεν ὁ ἐπιμελη- | |
| τὴς τῶν τῆς βουλῆς δηναρίων Λούκιος | |
| Λουκρήτιος Πούδης. |