[ ] Magnesia — Oracle of Apollo Koropaios — (Petraloni) — 2nd c. BC — cf. Corrigenda p. XVI
I.frg. a.1 ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος μηνὸς Ἀρείου δεκάτηι·
Κρίνων Παρμενίωνος Ὁμολιεὺς ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Ἀκραί-
ου καὶ Διονυσόδωρος Εὐφραίου Αἰολεὺς ὁ στρατηγὸς τῶν Μα-
γνήτων καὶ οἱ στρατηγοὶ Αἰτωλίων Δημητρίου Παγασίτης, Κλεο-
5 γένης Ἀμύντου Ἁλεύς, Μένης Ἱππίου Αἰολεὺς καὶ οἱ νομοφύλα-
κες Μενέλαος Φιλίππου Ἰώλκιος, Αἰνίας Νικασιβούλου, Ἀλέξαν-
δρος Μενίσκου Σπαλαυθρεῖς καὶ Μένανδρος Νικίου Κοροπαῖος
εἶπαν· ἐπεὶ τῆς πόλεως ἡμῶν καὶ πρὸς τοὺς ἄλλους μὲν θεοὺς
εὐσεβῶς διακειμένης, οὐχ ἥκιστα δὲ καὶ πρὸς τὸν Ἀπόλλωνα
10 τὸν Κοροπαῖον καὶ τιμώσης ταῖς ἐπιφανεστάταις τιμαῖς διὰ τὰς
εὐεργεσίας τὰς ὑπὸ τοῦ θεοῦ προδηλοῦντος διὰ τοῦ μάν̣-
τείου καὶ κατὰ κοινὸν καὶ κατ’ ἰδίαν ἑκάστωι περὶ τῶν πρὸς ὑγίεια[ν]
καὶ σωτηρίαν ἀνηκόντω<ν>, δίκαιον δέ ἐστιν καὶ καλῶς ἔχον ὄν-
τος ἀρχαίου τοῦ μαντείου καὶ προτετιμημένου διὰ προγό-
15 νων, παραγινομένων δὲ καὶ ξένων πλειόνων ἐπὶ τὸ χρηστή-
ριον, ποιήσασθαί τινα πρόνοιαν ἐπιμελεστέραν τὴν πόλιν
περὶ τῆς κατὰ τὸ μαντῆον εὐκοσμίας· δεδόχθαι τῇ βουλῇ καὶ
τῶι δήμωι· ὅταν συντελῆται τὸ μαντῆον, πορεύεσθαι τόν
τε ἱερέα τοῦ Ἀπόλλωνος τὸν εἱρημένον ὑπὸ τῆς πόλεως
20 καὶ τῶν στρατηγῶν καὶ νομοφυλάκων ἀφ’ ἑκατέρας ἀρχῆς
ἕνα καὶ πρύτανιν ἕνα καὶ ταμίαν καὶ τὸν γραμματέα τοῦ
θεοῦ καὶ τὸν προφήτην· ἐὰν δέ τις τῶν προγεγραμμένων ἀρρωσ-
στῇ ἢ {ι} ἐγδημῇ, ἕτερον πεμψάτω· καταγραψάτωσαν δὲ οἱ στρα-
τηγοὶ καὶ οἱ νομοφύλακες καὶ ῥαβδούχους ἐκ τῶν πολιτῶν ἄν-
25 δρας τρεῖς <μὴ> νεωτέρους ἐτῶν τριάκοντα οἳ καὶ ἐχέτωσαν ἐξου-
σίαν κωλύειν τὸν ἀκοσμοῦντα, διδόσθω δὲ τῷ ῥαβδούχωι ἐκ τῶν
λογευθησομένων χρημάτων ὀψώνιον ἡμερῶν δύο τῆς ἡμέρας
ἑκάστης δραχμὴ {ν} αʹ. ἐὰν δέ τις <τῶν> καταγραφέντων εἰδὼς μὴ
παραγένηται, ἀποτεισάτω τῆι πόλει δραχμὰς γʹ, παραγραψάν-
30 των αὐτὸν τῶν στρατηγῶν καὶ νομοφυλάκων· ὅταν δὲ παρα-
γένωνται οἱ προειρημένοι ἐπὶ τὸ μαντεῖον καὶ τὴν θυσίαν ἐπι-
τελέσωσι κατὰ τὰ πάτρια καὶ καλλιερήσωσιν, ὁ γραμματεὺς
τοῦ θεοῦ ἀποδεξάσθω ἐξαυτῆς τὰς ἀπογραφὰς τῶν βουλομένων
χρηστηριασθῆναι καὶ πάντα {ς} ἀναγράψας τὰ ὀνόματα εἰς λεύκωμα,
35 παραχρῆμα προθέτω τὸ λεύκωμα πρὸ τοῦ ναοῦ καὶ εἰσαγέτω κατὰ
τὸ ἑξῆς ἑκάστης ἀναγραφῆς ἀνακαλούμενος, εἰ μή τισιν συγ-
κεχώρηται πρώτοις εἰσιέναι· ἐὰν δὲ ὁ ἀνακληθεὶς μὴ παρῇ, τὸν
ἐχόμενον εἰσαγέτω, ἕως ἂν παραγένηται ὁ ἀνακληθείς· καθήσθω-
σαν δὲ οἱ προγεγ<ρ>αμμένοι ἐν τῶι ἱερῶι κοσμίως ἐν ἐσθῆσιν λαμ-
40 πραῖς, ἐστεφανωμένοι στεφάνοις δαφνίνοις, ἀγνεύοντες
καὶ νήφοντες καὶ ἀποδεχόμενοι τὰ πινάκια παρὰ τῶν μαν-
τευομένων· ὅταν δὲ συντελεσθῇ τὸ μαντεῖον, ἐμβαλόν-
τες εἰς ἀγγεῖον κατασφραγισάσθωσαν τῇ τε τῶν στρα-
τηγῶν καὶ νομοφυλάκων σφραγῖδι, ὁμοίως δὲ καὶ τῆι
45 τοῦ ἱερέως καὶ ἐάτωσαν μένειν ἐν τῶι ἱερῶι· ἅμα δὲ τῆι ἡ-
μέραι ὁ γραμματεὺς τοῦ θεοῦ προσενέγκας τὸ ἀγγεῖον καὶ ἐ-
πιδείξας τοῖς προειρημένοις τὰς σφραγῖδας ἀνοιξάτω καὶ ἐ-
κ τῆ̣ς̣ ἀ̣ν̣α̣γραφῆς ἀνα̣καλῶν ἑκάστοις ἀποδιδότω τὰ πινά-
[κια — — — — — — — — — — — — — τοὺ]ς χρησμο̣ὺ̣ς̣ #⁷․․[— —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — —]
frg. b.50 [— — — — —]#⁷σε[— — — — — — — — — — — — — — οἱ ῥαβδοῦ]-
χοι προνοείσθωσαν τῆς εὐκοσμίας· ὅταν δὲ ᾖ ἔν[ν]ομ[ος ἐκκλη]-
σία ἐν τῶι Ἀφροδισιῶνι μηνί, πάντων πρῶτον οἱ ἐξετασταὶ ὁρκιζ[έτω]-
σαν ἐναντίον τοῦ δήμου τοὺς προειρημένους ἄνδρας τὸ[ν ὑπο]-
γεγραμμένον ὅρκον· "ὀμνύω Δία Ἀκραῖον καὶ τὸν Ἀπόλλωα]
55 τὸν Κοροπαῖον καὶ τὴν Ἄρτεμιν τὴν Ἰωλκίαν καὶ τοὺς ἄλ[λου]ς θε-
οὺς πάντας καὶ πάσας, ἐπιτετελεκέναι ἕκαστα καθά[περ] ἐν
τῶι ψηφίσματι διασαφεῖται τῶι κεκυρωμένωι περὶ τοῦ [μα]ντεί-
ου ἐφ’ ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος·" καὶ ἐὰν ὀμόσ[ω]σιν, ἔστω-
σαν ἀθῶιοι· ἐὰν δέ τις μὴ ὀμόσηι, ὑπόδικος ἔσ[τ]ω τοῖς ἐξε-
60 <τασ>ταῖς καὶ ἄλλωι τῶι βουλομένωι τῶν πολιτῶν [π]ερὶ τούτου <τοῦ> ἀ-
δικήματος· καὶ ἐὰν οἱ ἐξετασταὶ δὲ μὴ ποιήσ[ωσ]ίν τι τῶν προγε-
γραμμένων, ὑπεύθυνοι ἔστωσαν τοῖς μετ[ὰ τ]αῦτα ἐξετασ-
ταῖς καὶ ἄλλωι τῶι βουλομένωι· ἵνα δὲ ἐπιτελῆται διὰ παντὸς
τὰ δεδογμένα, διαπαραδιδόναι τόδε τὸ ψήφισμα τοὺς {δὲ} κα-
65 τ’ ἐνιαυτὸν αἱρουμένους στρατηγοὺς κα̣ὶ̣ νομοφύλακας τοῖς
μετὰ ταῦτα κατασταθησομένοις ἄρχ[ο]υσιν, ἀναγραφῆναι δὲ
καὶ τοῦ ψηφίσματος τὸ ἀντίγραφον εἰς [κί]ονα λιθίνην, γενομέ-
νης τῆς ἐγδόσεως διὰ τῶν τειχοπ[οιῶ]ν, ἣν καὶ ἀνατεθῆναι
ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ [Κ]οροπαίου.
II.frg. b.70 ἱερέως Κρίνωνος τοῦ Παρμενίωνος μηνὸς Ἀρτεμισιῶνος δεκάτηι·
Κρίνων Παρμενίωνος Ὁμολιεὺς ὁ ἱερεὺς τοῦ Διὸς τοῦ Ἀκραίου καὶ
Διονυσόδωρος Εὐφραίου Αἰολεὺς ὁ κοινὸς στρατηγὸς καὶ οἱ στρατη-
γοὶ καὶ οἱ νομοφύλακες εἶπαν· ἐπεὶ τὰ ὑπάρχοντα δένδρα ἐν τῶι ἱε-
ρῶι τοῦ Ἀπόλλωνος τοῦ Κο<ρ>οπαίου εἰσὶν κατεφθαρμένα, ὑπολαμ-
75 βάνομεν δὲ ἀναγκαῖον εἶναι καὶ συμφέρον γενέσθαι τινὰ πε-
ρὶ τούτων ἐπιστροφήν, ὥ[στε] συ̣ναυξηθέντος τοῦ τεμένου<ς> ἐ-
πιφανεστέραν γίν[εσθαι τὴν τοῦ] τ[ό]που μεγαλομέρειαν, διὸ καὶ δε-
δόχθαι τῆι βουλῆι κα̣[ὶ τῶι δήμωι τὸν] καθεσταμένον νεωκορεῖν
ποιεῖν συμφανὲς [πᾶσιν τοῖς ἀεὶ π]αραγινομένοις εἰς τὸ <ἱερὸν τὸ> μηθενὶ
80 ἐξεῖναι τῶν πολ[ιτῶν μηδὲ τῶν μετ(?)]οικούντων μηδὲ τῶν ἐνδη-
μούντων ξένων [δένδρα κόπτειν ἐν τ]ῶι διασαφουμέν<ωι> τόπωι μηδὲ κο-
λούειν, ὁμοίω[ς δὲ καὶ μὴ εἰσβάλλειν θ]ρέμματα νομῆς ἕνεκεν μηδὲ
στάσεως· εἰ δ[έ τις κόπτοι, ἀποτίνειν τ]ῆι πόλει δραχμὰς 𐅅̣, τῶι δὲ προ-
σαγγείλαν[τι δίδοσθαι τοῦ εἰσπραχθ]έντος τὸ ἥμισυ παραχρῆμα παρὰ
85 τῶν ταμι[ῶν· εἰ δέ τις ἐννέμοι, μαστ]ιγοῦσθαι ὑπὸ τῶν στρατηγῶν καὶ νο-
μοφυλάκ[ων τὸν δοῦλον(?) πλ]η̣γὰς ἑκατόν, τοῦ δὲ θρέμματος ἀποτί-
νειν ἑκά[στου ὀβελόν· ποιήσασθ]αι δὲ τὰς προσαγγελίας τούτων πρὸς τοὺ[ς]
διασαφο[υμένους ἄνδρας(?)], ἀναγραφῆναι δὲ καὶ τοῦ ψηφίσματος τὸ ἀν-
τίγραφ[ον ἐπὶ λιθίνου π]υ̣λῶνος, ὃ καὶ προτεθῆναι πρὸ τῆς εἰσόδου
90 τοῦ νε[ώ, γενομένης τῆς ἐγ]δόσεως ὑπὸ τῶν τειχοποιῶν, ὅπως πα[ρ]-
ακολ[ουθῶσι οἱ ἐ]μ̣β̣άντες τὰ δεδογμένα· διαπαραδιδόσ-
[θ]ω δ̣[ὲ καὶ τοῖς] αἱρεθησομένοις μετὰ ταῦτα στρατηγοῖς
[καὶ νομοφύλ]αξιν νομοθεσίας τά<ξ>ιν ἔχον. ἔδοξεν
       [τῆι βουλῆι] καὶ τῆι ἐκκλησίαι.
Search Help
Contact Us