[ ] Magnesia — Demetrias: Volos — [Magnes. League] — ca. 130-126 BC
1   Μάγνητες Ἑρμογένην Ἁδύμ[ου]
  Δημητριῆ τὸν γραμματέα [τῶν]
  συνέδρων ἀρετῆς ἕνεκ[εν καὶ]
  εὐνοίας τῆς εἰς αὑτούς.
                  {²corona
5 Μένανδρος Νικίου Δημητριεὺς ὁ στρατηγὸς καὶ Νικομήδη[ς]
Σίμου ὁ ἱππάρχης, Θεόδοτος Διογένου ὁ ναύαρχος, Διογέ[νης]
Νικολάου ὁ ταμίας, Ἀδαῖος Ἁδύμου̣ ὁ ἱερεὺς τοῦ Διὸς τοῦ [Ἀ]-
κραίου, Γηρόστρατος Ἱστιαί[ο]υ̣, Θηβαγένης Ἀπολλωνίου, #⁷[—]-
τιος Διονυσογένου, Θεόπροπ[ος] Λέοντος Δημητριεῖς ε[ἶπαν].
10 ἐπεὶ Ἑρμογένης Ἁδύμου [Δ]η̣μ[η]τριε[ὺ]ς αἱρεθεὶς γραμμ[α]-
τεὺς τῶν συνέδρων πεποίηται τὴν ἀναστροφὴν ἐν [τῆι ἀρ]-
χῆι ὃν τρόπον ἐπέβαλλεν ἀνδρὶ καλῶι καὶ ἀγαθῶι ἀξίως [ἑαυ]-
τοῦ τε καὶ τῶν Μαγνήτων τῶν ἐγχειρισάντων [τὴν ἀρ]-
χήν, το[ῖ]ς̣ τε χρείαν ἔχουσιν καὶ ἐντυγχάνουσ[ιν ἴσον αὑτὸν]
15 παρεχόμ[ε]νος πᾶσιν διατετέλεκεν· ὅπως οὖ̣[ν ἅπαντες οἱ]
μετὰ ταῦτα προαιρούμενοι παραγίνεσθαι ἐπ[ὶ τὴν] <>ρ̣[χὴν]
τ[αύ]τ̣ην θεωροῦντες τὴν τῶν συνέδρων καὶ τ[ῶν ἄλλων]
[Μαγνή]των ἐπίγνωσιν ὑπὲρ τῶν καλῶν καὶ ἀγ[αθῶν] [νδρῶν]
καὶ ἣ̣ν ποιοῦνται μεγαλομέρειαν καὶ ἐκτένε[ιαν] εἰ[ς τοὺς]
20 καλῶς ἀναστρεφομένους ἐν ταῖς ἀρχαῖς μ̣[ετέρχωνται τὰ]
[κ]ράτιστα καὶ συμφέροντα τοῖς κοινοῖς πράγμασιν, δ̣[εδόχθαι]
[τοῖς] σ̣υνέδροις· ἐπαινέσαι τε ἐπὶ τούτοις Ἑρμογ[ένην Ἁδύ]-
μου Δημητριῆ τὸν γραμματέα τῶν συνέδρων καὶ [στεφα]-
NW=SAI AU)TO\N TW=I E)K TOU= NO/MOU STEFA/NWI, EI)=NAI DE\ A[U)TW=I KAI\]
25 προεδρίαν ἐν ταῖς κατὰ Μαγνησίαν πόλεσιν· τὸ δ[ὲ ψήφισ]-
μα τοῦτο ἀναγραφῆναι εἰς στήλην λιθίνην ἣν καὶ ἀν[ατεθῆ]-
ναι ἐν Δημητριάδι ἐν ὧι ἂν αὐτὸς αἱρῆται τόπωι, κολα[φθῆ]-
[ν]αι δὲ εἰς αὐτὴν καὶ τὸν στέφανον καὶ ἐπιγράψαι· "Μ[άγνη]-
τες Ἑρμογένην Ἁδύμου Δημητριῆ τὸν γραμματέα̣ [τῶν]
30 συνέδρων ἀρε̣τῆς ἕνεκεν καὶ εὐνοίας τῆς ε[ἰς αὑτούς]·"
[τ]ὸ δὲ ἐσόμενον ἀνάλωμα εἰς ταῦτα δοῦναι τὸν [ταμίαν],
[δ]ιαπεμφθῆναι δὲ τοῦ ψηφίσματος τὸ ἀντίγ[ραφον πε]-
[ρὶ] τὰς ἄλλας πόλεις, ἵνα παρακολουθῶ[σι τὰ δεδογμένα].
[ἔ]δοξεν. #⁵⁶ ἔδοξεν καὶ τῆι ἐκκλησί[αι].
Search Help
Contact Us