[ ]
Magnesia — Demetrias: Volos — [Magnes. League] — 2nd c. BC
| 1 | [— —]Ο̣[— — — — — — — — — — — — — — — — — —] |
| [Ἀ]φροδισιῶνος ιηʹ. στ̣ρ̣α̣[τηγοῦντος — — — — — μη]- | |
| νὸς Ἀφροδισιῶνος δεκάτηι Ἀλκ[ίμ]α[χ]ο[ς — — — —], | |
| Ἀντίπατρος Εὐθυδήμου, Ἀρίσταρχος Σωΐδου, Ἀριστ̣ο- | |
| 5 | κράτης Ἀριστάρχου, Θεόφιλος Θεοφίλου, Μενέστρατος |
| Μενεστράτου Δημητριεῖς εἶπαν· ἐπεὶ Δημήτριος Αἰ- | |
| τ̣ωλίωνος Δημητριεὺς γενόμενος κοινὸς στρατηγὸς | |
| [ἐ]ζήτησεν ἔν τε τοῖς ἄλλ[οι]ς τὴν ἀρίστην κατάστασιν | |
| [τῶ]ι ἔθνει περιποιῆσαι ἐ[πιστρ]έ̣[ψ]ας τοὺ̣ς ἐπιτηδευομ[έ]- | |
| 10 | [νο]υ̣ς τὰ χείριστα, καὶ διαφο[ρᾶς οὔ]σης π[ρ]ὸς αὑτοὺς Μά- |
| γ̣νησιν ἐκ πλείονος χρόνου πάντων ἀναγκαιότατον ἡγ[ή]- | |
| σάμενος εἶναι τὸ ε̣[ἰ]ς̣ [τὸ πέ]ρ̣ας ἀγαγεῖν ταύτη̣ν ε̣ἰ̣[σενεγ]- | |
| κάμενος ψήφισμα παραίτιος ἐγένετο τοῦ λ[αβεῖν λύ]- | |
| σιν τὴν διαφορὰν καὶ εἰς ὁμόνοιαν κατασ̣τ̣[ῆναι τὰς πόλεις], | |
| 15 | τῆι τε λοιπῆι ἀναστροφῆι κα[ὶ ἑα]υτ[οῦ ἄξιος ἐγένετο καὶ τῶν] |
| ἐνχειρισάντων αὐτῶι τὴν ἀρ[χήν· δεδόχθαι τοῖς συνέδροις] | |
| ἐπαινέσαι τε̣ Δ̣η̣[μ]ή̣[τριον Αἰτωλίωνος Δημητριῆ ἐπὶ τῆι] | |
| [ε]ὐνοίαι τ[ῆι — — — — — — — — — — — — — — — — —] |