[ ]
Thess. (Pelasgiotis) — Larisa — undated
| 1 | ἢ μίτος ὥς φασιν Μοιρῶν ἢ δαίμονος ὀργή, |
| ἥτις ἐμοὶ δεινῶς ἐχολώσατο καί με βιαίως | |
| ἐξ εὐνῆς ποθέουσαν ἐμῆς ἀνδρὸς γλυκεροῖο | |
| Παρμονὶν ἐξεδίωξε Ἐπιτυνχάνου οὐκ ἐθέλουσα[ν]. | |
| 5 | εἴ γέ τις οὖν μνήμη θνητοῖς, βίον ἔσχον ἄ[μ]εμπτον, |
| ἄνδρα μόνον στέρξασα, ὃν εἰσέτι θυμὸν ἀνώγω | |
| παύσασθαι δεινοῦ πένθους δεινοῦ τε κυδοιμοῦ. | |
| οὐδὲν γὰρ πλέον ἐστί —— θανόντα γὰρ οὐδὲν ἐγείρει —— | |
| ἢ τείρει ψυχὴν ζώντων μόνον· ἄλλο γὰρ οὐδέν. | |
| 10 | {²duae rosae partim deletae}² |