IG IX,2 520
[ ] Achaia Phthiotis — Pteleon (Pteleos) — [found at Larisa] — reign of Augustus — cf. Corrigenda p. XIV
1 [— — — — — — — — γενομένο]υ δὲ Ξενοδόκου {²⁷[κοινο]ῦ δὲ ξενοδόκου(?)}²⁷ Φ[— — — — — —]
[— — —] Αἰζόσιος Ἀφθονήτου εἶπεν· ἐπειδὴ Νύσα[νδρος Δι(?)]-
οδότου Λαρισαῖος εὔνους ὢν διατελεῖ τῆι πόλει τῶν [Πτε]-
λεειῶν, διατηρῶν τὴν ὑπάρχουσαν πρὸς τὸν δῆμον ε[ὔνοι]-
5 αν καὶ κοινῆι καὶ κατ’ ἰδίαν τοῖς χρείαν ἔχουσι τῶν πολ[ι]-
τ̣ῶν ἐκτενῶς ἐπιδίδωσιν αὑτὸν ἐπὶ πάντα τὰ παρακα̣-
[λο]ύμενα, βουλόμενος ἐπαύξειν καὶ κατὰ κοινὸν μὲν τὴν
[πό]λιν καὶ τοὺς κ[ατ’ ἰ]δία[ν] ἀξίους τῶν πολιτῶν ἀξίως μ[ὲν]
[αὑτ]οῦ, ἀξίως δὲ καὶ τῆς πόλεως, οὐ μόνον δὲ ἐν τούτοις
10 [αὑτὸ]ν ἀπαράκλητος παρεσκεύακεν, ἀλλὰ καὶ Λαρισαίω[ν]
[τῶν] Φθιωτ[ῶν] ἐπισ[κη]ψ̣άντων ἐπὶ τὴν πόλιν ἀδίκως καὶ ἀ[νο]-
[σί]ως καὶ προκαλεσαμένων ἐπὶ κρίσιν εἰς Ῥώμην ἐπὶ τὴ[ν]
[σ]ύνκλητον ἐπέδωκεν αὑτὸν Νύσανδρος ἐπὶ τὸ
[π]ρεσβεῦσαι ὑπὲρ τῆς πόλεως μετὰ πάσης προθυμίας
15 [μ]ετὰ τῶν συνεξαποσταλέντων αὐτῶι πρεσβευτῶν [οὐ]-
[θ]ένα κίνδυνον πρ[οορώμε]νος οὐδὲ [— — — — — — —]
[— — — — — — —] πάσας ․․․του[— — — — — — — — —]
Search Help
Contact Us